no image
DDbDP-text
Letter of Probus to Manatine via HGV-meta
Letter from Probus to his sister Manatine about collecting his wages. A Christian private letter from Probus to his sister Manatine, asking her to collect 1 1/2 talents of his wages from Petronis, his guarantor, and pass the money to his wife because his son needs it. He reminds her of a meeting at the Kaisareion as a token of authenticity. It comes from Oxyrhynchus in the late 4th century AD. machine translation
Linked by Trismegistos ID
TM 33667.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῇ κυρίᾳ μου ἀδελφῇ
Μανατίνῃ Πρώβος ἀδελφὸς χαίρειν.
πρὸ μὲν πάντων εὔχομαι
τῷ κυρίῳ θεῷ περὶ τῆς σῆς
ὁλοκληρίας ὅπως ὑγιαίνουσα σὺ
καὶ εὐθυμοῦσα ἀπολάβῃς
τὰ παρʼ ἐμοῦ γράμματα. γιγνώσκειν
σε θέλω, κυρία μου ἀδελφή, ἄπελθε
πρὸς Πετρώνιν τὸν ἐγγυησάμενόν με· δέξαι ἀπʼ αὐτοῦ ἐκ τοῦ
μισθοῦ μου ἕνα ἥμισυ, τάλαντον α 𐅵,
οἶδας γὰρ καὶ σὺ ὅτι οὐδένα ἔχομεν
μάρτυρα εἰ μὴ τὸν θεὸν καὶ σὲ καὶ τὴν
γυναῖκα μου. ἀπόδος οὖν αὐτὰ
τῇ γυναικί μου. μὴ λυπήσῃς οὖν
ἐμέ. δὸς οὖν αὐτά, ἐπειδὴ χρείαν
αὐτῶν ἔχει ὁ υἱός μου. σημείου δὲ χάριν,
ὅπου ἠπάντηκά σου εἰς τὸ Καισαρεῖον καὶ εἴρηκά σοι ὅτι δὸς ἐμοὶ κέρμα ἀπὸ ὧν ἔχεις μου ἵνα ἀγοράσω
ἐμαυτῷ ἕνα λέβητα …, καὶ εἶπές
μοι ὅτι ἀλλὰ ἆρον τὰ ἀπʼ ἐσοῦ καὶ
ἄρτι δέ σοι δίδω, καὶ ἀπ’ ἐμαυτῆς ἀπεδήμησα ἐπὶ δὲ καὶ δημοσίων ἐὰν δὲ ὑγιαίνω …ε… εἰς τὰ ἴδια
ἡμῶν. κύριέ μου ἄδελφε, βοήθησον. δὸς τὰ ……ε…
κ[…]αυτα…ε…[…]
ἐρρῶσθαί σε εὔχομαι.
[v]
ἀπόδος τῇ κυρίᾳ μου ἀδελφῇ Μανατίνῃ παρὰ Πρόβου ἀδελφοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.