no image
DDbDP-text
Lease of House - property via HGV-meta
Offer to lease rooms of a house in the Apollonios quarter. An offer to lease rooms in a house at Oxyrhynchus, made by Aurelius Kopreus to the three children of Dionysios, Syros, Techosis and Asynes. The rooms had fallen to them in a written division of property; the rent is 6,000 talents a year, payable in two half-yearly instalments. Dated 19 December 360. machine translation
Linked by Trismegistos ID
TM 21976.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν
Κωνσταντίου Αὐγούστου τὸ ι καὶ Ἰουλιανοῦ
τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ γ
Χοίακ κγ.
Αὐρηλίοις Σύρῳ καὶ Τεχώσι καὶ
Ἀσύνῃ τοῖς τρισὶ ἐκ πατρὸς Διονυσίου
ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως
παρὰ Αὐρηλίου Κοπρέως Σύρου
μητρὸς Σαραπιάδος ἀπὸ τῆς αὐτῆς πόλεως.
ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ α
τοῦ ἑξῆς μηνὸς Τῦβι τοῦ ἐνεστῶτος
ἔτους λζ ἔτους καὶ ϛ ἔτους ἐν τῇ αὐτῇ πόλει
ἐπʼ ἀμφόδου Ἀπολλωνίου τοὺς
κληρωθέντας ὑφʼ ὑμῶν τόπους
τῆς οἰκίας εἰς τὸ κ……λιου
…[…]…[…] τόπους ἀκολούθως τῇ
γενομένῃ ἐγγράφῳ διαιρέσει
ἐφʼ οἷς περιέχει δικαίοις διὰ τὸ μεταξὺ
ὑμῶν καὶ τῆς μητρὸς …ι…[…]…[…]…,
καὶ τελέσω ὑμῖν ἐνοικίου
τῶν αὐτῶν τόπων ὑμῶν καὶ ἑτέρου μέρους αὐλῆς ἐκτὸς τοῦ οἴκου τοῦ ἐνιαυσίου χρόνου ἀργυρίου Σεβαστῶν
νομίσματος τάλαντα ἑξακισχίλια, γίνονται τάλαντα Ϛ.
βεβαιουμένης δὲ ἐμοὶ τῆς ἐπιδοχῆς
ἐπάναγκες ἀποδώσω τὸ ἐνοίκιον διʼ ἑξαμήνου τὸ ἥμισυ, καὶ χρήσομαι τοῖς τόποις ἐπὶ τὸν χρόνον ἀκωλύτως, μεθʼ ὃν
παραδώσω ὡς παρείληφα, γινομένης
σοι τῆς πράξεως παρὰ ἐμοῦ ὡς καθήκει.
κυρία ἡ ἐπιδοχὴ δισσὴ γραφεῖσα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.