no image
DDbDP-text
Pachtangebot auf ein Haus via HGV-meta
Offer to lease a house in the Dionysios Topoi quarter. An offer by Aurelius Herakleides, of the Boutapheion quarter, to lease from Aurelius Ammonianos a house with court and yard in the Dionysios Topoi quarter of the metropolis for six years at 26 silver drachmas a month. The owner is to bear repairs, the tenant upkeep, and the house is to be returned clean with doors and keys. machine translation
Linked by Trismegistos ID
TM 26943.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Ἀμμωνιανῷ καὶ ὡς χρηματίζει
παρὰ Αὐρηλίου Ἡρακλείδου Πτολεμαίου τοῦ
[…]…ος ἀπὸ ἀμφόδου Βουταφείου.
βούλομαι μισθώσασθαι παρὰ σοῦ τὴν ὑπάρχουσάν σοι ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Διονυσίου
Τόπων οἰκίαν καὶ αἴθριον καὶ αὐλὴν εἰς ἔτη
ἓξ ἀπὸ τοῦ ὄντος μηνὸς Παῦνι, ἐνοικίου
τοῦ παντὸς κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμῶν εἴκοσι ἕξ, τῆς προσδεηθείσης ἐπισκευῆς
ἢ ἐκ καινῆς ἀνοικοδομῆς οὔσης πρὸς σὲ τὸν
κτήτορα Ἀμμώνιον, τῆς δὲ ἐπιμελείας καὶ φροντίδος πρὸς ἐμὲ τὸν μισθούμενον· τὸ δὲ ἐνοίκιον
ἀποδώσω[…]κ…οπ…ραε……α τῇ πέμπτῃ ἀκοιλάντως καὶ μετὰ τὸν χρόνον παραδώσω τὴν οἰκίαν
καθαρὰν ἀπὸ πάσης ἀκαθαρσίας σὺν ταῖς ἐφεστώσαις
θύραις καὶ κλεισί, ἐὰν φαίνηται μισθῶσαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.