Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.14.1696
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Σαραπάμμων ωνος καὶ ὁ τούτου υἱὸς Δαμᾶς ὁ καὶ Σαραπάμμων μητρὸς Ἀπολλωνοῦτος ἀμφότεροι ἀπʼ Ὀξυ ρύγχων πόλεως Κατνει Δ τοῦ καὶ Διονυσίου μητρὸς Ἀρσι νόης ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν πεπρακέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τὴν ὑπάρχουσαν ἡμῖν ἀμφοτέροις ἧς ἔχομεν ἐπʼ ἀμφόδου Χηνοβοσκῶν οἰκίας αὐλὴν ἐκ βορρᾶ τῆς σῆς οἰκίας, ἧς αὐλῆς γείτονες νότου οἰκία γένους, βορρᾶ ἡ ἡμῶν οἰκία, ἀπηλιώτου ψι λὸςψειλὸς τόπος, λιβὸς ῥύμη ?, καὶ τὰς συνπεφωνημένας ὑπὲρ τιμῆς τῆς αὐτῆς αὐλῆς ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς διακοσίας αὐτό θι ἀπεσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους. διὸ ἀπὸ τοῦ νῦν κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τῆς πωλουμένης σοι ὡς πρόκειται αὐλῆς, καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῆς ὡς ἐὰν αἱρῇ, ἥνπερανπερ καὶ παρεξόμεθά σοι βεβαίαν διὰδι παντὸς ἀπὸ πάντων πάσῃ βεβαι ώσει, καὶ καθαρὰν ἀπὸ ἀπογραφῆς ἀνδρῶν καὶ γεωργίαςγεωργις βασιλι κῆς γῆς καὶ οὐσιακῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ παντὸς οὑτινοσ οῦν ἄλλου. κυρία ἡ πρᾶσις τρισσὴ γραφεῖσα. ἔτους ε Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρουσεπτηρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παχὼν ιδ. Σαραπάμμων καὶ Δαμᾶς ὁ καὶ Σαραπάμμων πεπράκαμεν τῷ Κατνι τὴν προκειμένην αὐλήν, καὶ ἀπέσχαμεν τὰς τῆς τιμῆςτειμῆς δραχμὰς διακοσίας , καὶ βεβαιώσομενβεβεώσομεν ὡς πρόκιται. Βειθαρίων ὁ καὶ Δημητριανὸς ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.Cross-references (3)
- TM-Text 21977 primary
- DDbDP-Text p.oxy;14;1696 tier-1
- HGV-Text 21977 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.