no image
DDbDP-text
Business Letter via HGV-meta
Linked by Trismegistos ID
TM 29023.
Each record below describes this same artifact or text from a different angle.
καλῶς ποιήσεις λαβὼν γράμματα παρʼ αὐτοῦ πρὸς Διονύσιον περὶ τοῦ παραδο θῆναι ἡμῖνἡμεῖν αὐτά. ἦν μὲν οὖν διὰ θέρους εὐωνότατον· ἐν δὲ τῷ παρόντι ἡ λυσιτε λοῦσα καὶ δικαία τιμὴ πρὸς τέσσαρας μνᾶς ἐστιν πεντ αρταβιαίῳ ίῳ σακτῷ. πέμψεις οὖν ἡμῖνἡμεῖν ἐπιστό λιον πρὸς αὐτόν, ἵνα τὴν τι μὴν ἀπολαβὼν τὸν χόρ τον ἡμῖνἡμεῖν παραδῶ. διπλῆν τυμωλιτικὴν γάρου σὺν θεοῖς ἐρχόμενος ἐνεγκεῖς μοι, ἐὰν δυνατὸν ἦν. ἐὰν δὲ σοὶ ὀχληρὸν ἦν τοῦτο, τάχα δύναται Σῶσος προτραπεὶς ὑπὸ σοῦ κεράμιόν μοι ἐνέγκαι. τὰ παιδία σε ἀσπάζεται. ἐρρῶσθαί σε εὔχομαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.