no image
DDbDP-text
Letter from Victor to George via HGV-meta
Linked by Trismegistos ID
TM 37853.
Each record below describes this same artifact or text from a different angle.
παρεγενόμην τῷ υἱῷ Κολλούθου τοῦ εὐλαβεστάτου διακόνου καὶ ἐστοίχησεν πρὸς τὴν ὁμολογίαν τὴν νῦν πεμφθεῖσαν ες καὶ καλῶς ποιῶν ἀνεχώρησεν. παρασκευάσῃ οὖν αὐτὸν ἡ σὴ γνησία ἀδελφότης τὸ γραμμάτιον ἀποτεθῆναιαποτηθηναι ἐν μέσῃ χειρὶ πρὸς τὰ συνταχθέντα καὶ τὰ ὁλοκόττινα δοθῆναι τῇ γυναικί, ἵνα ἐξ αὐτῶν γράφῃ. καὶ περὶ τῶν ἀνδραπόδων ἔδοξεν ἵνα αὐτὴ λάβῃ αὐτὰ χωρὶς λόγου. παρασκεύασον οὖν αὐτὸν τοῦτο ποιῆσαι. δεσπότῃ τὰ πάντα λαμπροτάτῳ τιμῆς ἀξίῳ γνησίῳ ἀδελφῷ Γεωργίῳ χαρτουλαρίῳ καὶ διοικητῇ Βίκτωρ σὺν θεῷ ἀντιγεοῦχος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.