no image
DDbDP-text
Letter from Christopher to George via HGV-meta
Letter from Christophoros to George asking help for his steward Joseph. A letter from Christophoros to George, count and administrator of a great estate (the 'glorious house') at Oxyrhynchus, in the 6th or 7th century AD. He asks George to make the people of three places pay his steward Joseph, who has received nothing so far and needs the money to pay the public taxes owed to the estate. machine translation
Linked by Trismegistos ID
TM 37862.
Each record below describes this same artifact or text from a different angle.
[r]
† καθὼς καὶ κατὰ πρόσωπον παρεκάλεσα τὴν ὑμετέραν ἀδελφικὴν μεγαλοπρέπειαν
ἐν τῷ ἐνδόξῳ οἴκῳ ἕνεκεν τῶν ἀπὸ Ἀκ[…]… καὶ Κλαυδιανοῦ καὶ Κευώθεως,
ἵνα τούτους παρασκευάσῃ πληρῶσαι Ἰωσὴφ τὸν εὐλαβέστατόν μου προνοητήν,
ὅπως καὶ αὐτὸς εὕρῃ δοῦναι τὰ ἐπιβεβλημένα αὐτῷ δημόσια ἐν τῷ ἐνδόξῳ
ὑμῶν οἴκῳ, ἐπεὶ οὖν καταλαβοῦσα τὰ ἐνταῦθα ἡ αὐτοῦ εὐλάβεια εἶπέν μοι
ὡς μέχρι τοῦ παρόντος τί ποτε οὐκ ἔλαβεν παρʼ αὐτῶν, παρακαλῶ οὖν τὴν ὑμετέραν
ἀδελφικὴν μεγαλοπρέπειαν συνζεῦξαι αὐτῷ σύμμαχον περὶ τὴν ἐξάνυσιν τούτων.
διὰ γὰρ τῆς τοῦ θεοῦ χάριτος ὑμεῖς ἔστε οἱ ταῦτα νέμοντες ὥσπερ καὶ τὸν ἔνδοξον οἶκον. †
[v]
† δεσπότῃ ἐμῷ τὰ πάντα μεγαλοπρεπεστάτῳ πάσης τιμῆς καὶ προσκυνήσεως ἀξίῳ γνησίῳ ἀδελφῷ Γεωργίῳ κόμετι καὶ διοικητῇ † Χριστοφόρος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.