no image
DDbDP-text
Letter to a Goldsmith via HGV-meta
Letter from Ptolemaios to the goldsmith Aphyngios about goods sent by camel. A Christian letter from Ptolemaios of Takona to his 'brother' Aphyngios, a goldsmith, asking him to accompany a camel-driver and receive a consignment of food and goods sent to Isak, including bread, radish oil, vinegar, wine, cheeses and a small fan. It comes from Oxyrhynchus and dates to the 5th century AD. machine translation
Linked by Trismegistos ID
TM 35599.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ ὡς ἀληθῶς ἀγαπητῷ ἀδελφῷ
Ἀφυγγίῳ Πτολεμαῖος ἀπὸ Τακόνα.
ἐπεί σου ἡ ἀγάπη ἤρεσεν τῷ θεῷ,
δέον ἡμῶν ἐστὶν τοῦ σε εὐδοκιμοῦντα ἐπαινεῖν, ἄδελφε. καταξίωσον,
ἐὰν ᾖ σοι κεχαρισμένον, συνελθεῖν
[…]…[…] τῷ καμηλαρίῳ ἄχρις οὗ
τὰ ἀποσταλέντα ὑπʼ ἐμοῦ τῷ Ἰσὰκ λάβῃς
κατὰ τάχος, τουτέστιν ἄρτων
ζεύγη δύο καὶ ἐλαίου ῥαφανίνου σταμνίον ἓν χωροῦν ὡσεὶ ξέστας δύο
καὶ ὄξους ἀναγκαίου διπλοῦν ς…[…]
καὶ οἴνου ὀμφακηρὰν μίαν καὶ
[…]ων μίαν καὶ ονιμαν[…]
[…] μίαν καὶ τυρὰ τρία καὶ […]
[…]ἥμισυ καὶ ῥιπίδιον ἓν καὶ …[…]
[…]ἀδελφῶι, καὶ εἴ τι δʼ ἂν δέχηται ὁ καμηλάριος παρὰ τοῦ αὐτοῦ,
τὸν τέλειον λόγον δήλωσόν μοι
ποῖον ἐστὶν τοῦτο, ἵνα ὁ καμηλάριος
αὐτὸ λάβῃ. προσαγορεύω τὴν τιμίαν μητέρα Κύραν καὶ ἐμοὺςφίλους
πάντας. οὐκ ἐδυνήθην ἐντ[…]
[…]εσθαι αὐτὸν ἀποστεῖλαι, σὺν θεῷ δὲ τάχαπέμψω σοι εὐλογίαν. ἔρρωσθαί
σε εὔχομαι
[v]
τῷ ὡς ἀληθῶς ἀγαπητῷ ἀδελφῷ Ἀφυγγίῳ χρυσοχόῳ
Πτολεμαῖος ἀπὸ Τακόνα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.