no image
DDbDP-text
Lease of a Milling - Bakery via HGV-meta
Linked by Trismegistos ID
TM 22025.
Each record below describes this same artifact or text from a different angle.
μετὰ τὴν ὑπατείανὑπατίαν τοῦ δεσπότου ἡμῶν Φλαουίου Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου τὸ γ καὶ Βηναντίου τοῦ λαμπροτάτου Χοίακ α ἰνδικτίονος β, ἐν Ὀξυρύγχων πόλει. Αὐρήλιοι Ἀπφουᾶς ὁ καὶ Καταμίνας υἱὸς Πιηοῦτος μητρὸς Ὀλυμπιανῆς καὶ ὁ τούτου υἱὸς Ἀβραὰμ ἐκ μητρὸς Ἡραείδος ἀμφότεροι ὁρμώμενοι ἀπὸ ταύτης τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως, κριβανεῖς καὶ μυλώναρχοιμυλόναρχοι, εὐγενεστάτῃ Σερήνᾳ θυγατρὶ τοῦ τῆς μακαρίας μνήμης Πέτρου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας ἀπὸ τῆς σήμερον ἡμέρας ἥτις ἐστὶν Χοίακ νεομηνία τοῦ ἐνεστῶτος ἔτους ρπε ρνδ τῆς παρούσης δευτέρας ἰνδικτίονος ἕως Ἁθῦρ νεομηνίας τῆς σὺν θεῷ τρίτης ἐπινεμήσεως, ἀρτοποιείας τῆς αὐτῆς τρίτης, τὸ διαφέρον αὐτῇ μυλοκριβάνιον διακείμενον ἐν τῷ λιβικῷ ὄρει ταύτης τῆς πόλεως ἐν τῷ μοναστηρίῳ τῷ καλουμένῳ ἀββᾶ Κοπρεοῦτος τῷ διαφέροντι τῇ σῇ εὐγενείᾳ καὶ περιελθόντι εἰς αὐτὴν ἐκ παραχωρήσεως Κοπρεοῦτος τοῦ εὐλαβεστάτου μονάζοντος, ἐν ᾧ ἐστιν κλίβανοι τρεῖς καὶ μυλῶνες δύο καὶ λίθος σιτοκοπικὸς σὺν θυείῃ καὶ λίθος ἀλετικὸςστεγικος σὺν θυείῃ καὶ τὰ ἄλλα πάντα χωρήματα καὶ χρηστήρια ἤτοι δικαιώματα τὰ ἀνήκοντα τῷ αὐτῷ κλιβανίῳ, ἐπὶ τῷ ἡμᾶς ἐξ ἀλληλεγγύης ἔχεσθαι τῆς τούτου μισθώσεως καὶ τὴν ἐργασίαν τοῦ τε κλιβανέωςκλιβανέος καὶ μυλωνάρχουμυλονάρχου ἐν αὐτοῖς ἀποπληρῶσαι ἐπὶ τὸν εἰρημένον χρόνον καὶ διδόναι ἡμᾶς τῇ σῇ εὐγενείᾳ λόγῳ ἐνοικίου ἤτοι φόρουφορ τοῦ εἰρημένου χρόνου ὑπὲρ κλιβάνων τεσσάρων ἄρτον ἕνα θυρουρικὸν καὶ ὑπὲρ τῶν μυλαίων καὶ τῆς πίλας χρυσοῦ νομισμάτια δύο τρία ἥμισυ , καὶ ὑπὲρ ἑορτικῶν ὄρνεα τρία καὶ ᾠὰ τριάκοντα , δηλαδὴ τῆς σῆς εὐγενείας παρεχούσης ἡμῖν λόγῳ προχρείας χρυσοῦ νομίσματα δώδεκα . καὶ τοῦτο δὲ προσομολογοῦμεν ἐξ ἀλληλεγγύης τὴν νομὴν τῶν εἰρημένων πραγμάτων καὶ τὴν δεσποτείανδεσποτίαν φυλάττεινφυλάττιν σοι ἀκέραιον καὶ ἄτρωτον καὶ ἅπαντα τὰτ τούτωνουτων δίκαια καὶ ἀποκαταστῆσαι τῇ σῇ εὐγενείᾳ μετὰ τὴν συμπλήρωσιν τοῦ εἰρημένου χρόνου ἄνευ τινὸς ἀντιλογίας καὶ ὑπερθέσεως, καὶ ἐπὶ τούτοις παρὰ τῆς σῆς εὐγενείας ἐπερωτηθέντες κατὰ πρόσωπον ὡμολογήσαμεν, ὑποθέμενοι εἰς τὸ δίκαιον ταύτης τῆς μισθώσεως ἅπαντα ἡμῶν τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Ἀβράμ Αὐρήλιοι Ἀπφουᾶς ὁ καὶ Καταμίνας υἱὸς ΠιηοῦτοςΠιοῦτος μητρὸς Ὀλυμπιανῆς καὶ ὁ τούτου υἱὸς Ἀβραὰμ ἐκ μητρὸς Ἡραείδος οἱ προγεγραμμένοι κριβανεῖςκριβανῖς καὶ μυλώναρχοιμυλόναρχη πεποιήμεθα ἐξ ἀλληλεγγύηςἀληλεγγύης τήνδε τὴν μίσθωσιν τοῦ εἰρημένου μυλοκριβανίουμυροκριβανιου καὶ τῶν προγεγραμ μένων ἐν αὐτῷ πάντων πραγμάτων καὶ δικαιωμάτων, καὶ ἀποδώσομεναποδωσωμεν ἐξ ἀλληλεγγύης τὸν προκείμενον τρόποντρονον καὶ συμφωνεῖσυνφωνῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Σερῆνος υἱὸς Ἰωάννου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν ἈπφουᾶἈπφίου μὲν γράμματαγραμαματα μὴ εἰδότοςεἰδόστως, Ἀβρααμίου πρὸ ἐμοῦευ τὸ ὄνομα αὐτοῦ βαλόντοςβαλοτος. δι εμυ νινουσυ ετελιοτηε. μίσθωσις Ἀπφουᾶ τοῦ καὶ Καταμίνας καὶ τοῦ τούτου υἱοῦ ἈβραάμSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.