no image
DDbDP-text
Receipt for Machinery via HGV-meta
Receipt for water-wheel parts from a farmer of the Apion estate. Receipt issued by Aurelius Pamouthios, a steward and registered farmer of the hamlet of Little Tholthis, to the great landowner Flavius Apion, acknowledging delivery of new wooden parts for the estate water-wheel called 'By the River'. Written at Oxyrhynchus on 9 October 543, with the contract drawn up by the subdeacon Iustus. machine translation
Linked by Trismegistos ID
TM 22080.
Each record below describes this same artifact or text from a different angle.
[r]
† τοῖς μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ λαμπροτάτου, Φαῶφι ια, ἰνδικτίωνος ζ.
Φλαουίῳ Ἀπίωνι τῷ ὑπερφυεστάτῳ ὑπάτῳ ὀρδιναρίῳ γεουχοῦντι
καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου
τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ
αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχὴν Αὐρήλιος
Παμούθιος φροντιστὴς υἱὸς Ἀνδρέου μητρὸς Σοφίας
ὁρμώμενος ἀπὸ ἐποικίου Μικρᾶς Θώλθεως κτήματος
τῆς ὑμετέρας ὑπερφυείας τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγραφος
γεωργὸς χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπ’ ἐμὲ
γεουχικὴν μηχανὴν καλουμένην Παρὰ Ποταμὸν ἀντλοῦσαν
εἰς ἀρόσιμον γῆν σινοργάνου ἑνὸς καὶ ἱλαστηρίου ἑνὸς
καὶ κυλλῆς κυκλάδος μιᾶς, ἀνελθὼν ἐπὶ τῆς πόλεως
ἠξίωσα τὴν ὑμῶν ὑπερφύειαν ὥστε κελεῦσαί μοι παρασχεθῆναι
τὰ αὐτὰ μηχανικὰ σκεύη. καὶ εὐθέως ὁ ὑμῶν ἔνδοξος
οἶκος πρόνοιαν ποιούμενος τῆς συστάσεως τῶν ἑαυτοῦ
πραγμάτων ταῦτα κατενεχθέντα μοι ἐν ἀγροῖς ἐκ τῶν
αὐτῆς ἀκανθεῶν τῶν ὄντων ἐν τῷ αὐτῷ μου κτήματι,
καινὰ ἐπιτήδεια ἀντλητικὰ εὐάρεστα, ἐδεξάμην
εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων
ἐν τῇ σήμερον ἡμέρᾳ, ἥτις ἐστὶν Φαῶφι ἑνδεκάτη
τοῦ ἐνεστῶτος ἔτους σκ ρπθ τῆς παρούσης ἑβδόμης ἰνδικτίωνος,
ὑδροπαροχίας καρπῶν τῆς σὺν Θεῷ ὀγδόης ἐπινεμήσεως,
καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποίημαι
τὴν χειρογραφίαν, ἥτις κυρία οὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
† Αὐρήλιος Παμούθιος υἱὸς Ἀνδρέου ὁ προγεγραμμένος
πεποίημαι τήνδε τὴν χειρογραφίαν δεξάμενος
τὰ μηχανικὰ σκεύη σινοργάνου ἑνὸς καὶ ἱλαστηρίου
ἑνὸς καὶ κυλλῆς κυκλάδος μιᾶς κατὰ τὸν προκείμενον
τρόπον καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται.
Θεόδωρος υἱὸς τοῦ μακαρίου Φὶβ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ
ἀγραμμάτου ὄντος.
☧ di emu Iustu upodiaconou eteliothe †
[v]
† χειρογραφία Παμουθίου υἱοῦ Ἀνδρέου ἀπὸ ἐποικίου Μικρᾶς Θώλθεως ὑποδοχῆς σινοργάνου α καὶ ἱλαστηρίου
α καὶ κυλλῆς κυκλάδος α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.