Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.17.2110

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὑπατείαςὑπατίας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος αἰωνίων Αὐγούστων τὸ γ, Φαῶφι θ, βουλῆς οὔσης, πρυτανίας Κλαυδίου Ἑρμείου Γελασίου γυμνασιαρχήσαντος βουλευτοῦ, μετὰ τὰς εὐφημίας καὶ παρελθόντος εἰς μέσον Θέωνος Ἀμμωνίου βουλευτοῦ διὰ Μακροβίου υἱοῦ καὶ καταθεμένου οὕτως· οἴδατε καὶ ὑμεῖςὑμῖς, συνβουλευταί, ὅτι ἐπὶ τῆς μελλούσηςμελλόσης κήρας εἰμὶ καὶ ἐν τοῖς εἰκοσιτέσσαρσινεἰκοσιτεσσαρες εἰμὶ τοῖς διατυπωθεῖσιν ὑπὸ τοῦ κυρίου τοῦ λαμπροτάτου Τατιανοῦ εἰς τὰς παγαρχίας καὶ κονδου κτορίας, καὶ ἴσως κατʼ ἄγνοιαν ὁ πρόεδρος ἐχειροτόνησένἐχιροτόνησέν με εἰς ἐπιμέλειαν τῆς στρατιωτικῆς ἐρεᾶς ἐσθῆτος τῆς ιδ ἔτους ἰνδικτίονος, μάλιστα νῦν ἱπποτρόφου τυγχάνοντός μου, καὶ διὰ τοῦτο παρατίθημι ἐν ὑμῖν ὡς οὐ χρὴ λύεσθαι τὰ διατυπωθέντα. οἱ βουλευταὶ ἐφώνησαν. κύριον τὸ κατὰ κῆραν. οὐ χρὴ παραλύεσθαι τὰ καλῶς διατυπωθέντα. Πτολεμῖνος λογιστεύσας εἶπεν· βέβαια καὶ ἀσάλευτα χρὴ εἶναι τὰ διατυπωθέντα ὑπὸ τοῦ κυρίου λαμπροτάτου Τατιανοῦ ἐκ συναινέσεως παντὸς τοῦ βουλευτηρίου, ὥστε μὴ λειτουργεῖν τοὺς εἰκοσιτέσσαρας εἰςει μηδʼ ὁτιοῦν λειτούργημα ἀλλὰ ἔχειν ἐπὶ ταῖς βαρυτέραις λειτουργίαιςλειτουργείαις, οὐ μόνον ἐπὶ τῆς πρυτανίας ταύτης ἀλλὰ ἐπὶ τῶν μελλόντων πρυτανεύειν. εἰ δὲ βούλεταί ς τις λειτουργεῖν εἰς ἕτερον λειτούργημα, οὐ κινδύνω τοῦ βουλευτηρίου λειτουργεῖ, καὶ οὐκ ὀφείλει Μακρόβιος ἐνοχλεῖσθαι. Γερόντιος ἐξακτο ρεύσας εἶπεν· τὰ καλῶς διατυπωθέντα καὶ μετὰ τοῦ νομίμου γενόμενα ὑπὸ τοῦ κυρίου μου Τατιανοῦ καὶ ἀνενεχθέντα πρὸς τοὺς δεσπότας ἡμῶν καὶ πρὸς τοὺς κυρίους μου τοὺς λαμπροτάτους ἐπάρχους τοῦ ἱεροῦ πραιτωρίου καὶ ἐκεῖθενἐκῖθεν τὸ κῦρος ἔχειἐχειν, ὅθεν οὐ προσῆκόν ἐστιν Μακρόβιον ὀχλεῖσθαι ὑπό τε τοῦ πρυτάνεως οὐδʼ ὑπὸ τοῦ μελλοπρυτάνεως εἰς ἑτέρας ἐπιμελείας. Σαρμάτης λογιστεύσας εἶπεν· ἴσως κατʼ ἄγνοιαν ὁ ἀδελφὸς ἡμῶν Ἑρμείας ὁ πρόεδρος ὑπέλαβεν Μακρόβιον ὄντα ἐκ τῶν κδ τῶν διατυπωθέντων ὑπὸ τοῦ κυρίου μου Τατιανοῦ, οὗτος δὲ οὐκ ὀφείλειὀφίλει ἐνοχλεῖσθαι προφάσει ἐπιμελείαςἐπιμελείαις εἰ δὲ βουληθείη τις ἐκ τῶν κδ ἀμβιτεύειν, οἶδεν τὸν ἑαυτοῦ κίνδυνον. μος εἶπεν· οὐκ ὀφείλειὀφίλει τιςσις ἐκ τῶν εἰκοσιτεσσάρων τῶν διατυπωθέντων ἐκ τῆς καθαρότητος τοῦ κυρίου μου Τατιανοῦ μαλ προέδρων, Μακρόβιος δὲ νῦν οὐκ ὀφείλειὀφίλει ἐνοχλεῖσθαι εἰς τὴν ἐπιμέλειαν τῆς στρατιωτικῆς ἐρεᾶς ἐσθῆτος οὐδʼ εἰς ἕτερόν τι, ἀλλʼ ἀρκεῖσθαι αὐτὸν ταῖς βαρυτάταις λειτουργίαιςλειτουργείαιςλειτουρειαις. Ἀμμωνιανὸς ἐξακτορεύσας εἶπεν· τὰ καλῶς διατυπωθέντα καὶ μετὰ είας καὶ ἀρέσαντα τοῖς δεσπόταις τῆς οἰκουμένης καὶ τοῖς κυρίοις μου τοῖς λαμπροτάτοις ἐπάρχοις οὐ χρὴ παραλύεσθαι οὔτε ὑπὸ τοῦ νῦν πρυτάνεως οὔτε ὑπὸ μελλόντων πρυτάνεων, ὅθεν οὐκ ὀφείλειὀφίλει Μακρόβιος ἐνοχλεῖσθαι εἰς ἑτέρας λειτουρ γίαςλειτουργείας. Οὐαλέριος Εὐδαίμονος γυμνασιαρχήσας εἶπεν· οὐκ ἔστιν ἀκόλουθον ἡμῖν ἔτι πρᾶξαί τι ἐκτὸς τῶν διατυπωθέντων ὑπὸ τοῦ κυρίου μου Τατιανοῦ, ὅθεν οὐκ ὀφείλειὀφίλει Μακρόβιος οὔδʼοὔτʼ ἕτερόςειερον τις τεκ ἐπιβουλεύεσθαι εἰς τὸ παράπαν ἀλλὰ τούτους φυλάττεσθαι τῇ καλῶς γενομένῃ διοικήσειδιοικήσι. Μακρόβιος ῥιπάριος εἶπεν· εἷς ὢν ἐκ τῶν κδ Μακρόβιος οὐκ ὀφίλει εἰς ἕτερον λειτούργημα ἐνοχλεῖσθαι. Ἀχιλλεὺς Πόσι ῥιπάριος εἶπεν· χάριν τότε πάντες ὡμολογήσαμεν ἐπὶ τῇ καλῶς γενομένῃ διοικήσειδιοικήσι ὑπὸ τοῦ κυρίου τοῦ λαμπροτάτου Τατιανοῦ. οὐκ ὀφείλειὀφίλει Μακρόβιος τοίνυν ἐνοχλεῖσθαι εἰς τὴν ἐπιμέλειαν τῆς στρατιωτικῆς ἐρεᾶς ἐσθῆτος οὐδὲ εἰς ἕτερόν τι λειτούργημα, διὰ τὸ ἕνα αὐτὸν εἶναι τῶν κδ. Ζωΐλος Διονυσίου γυμνασιαρχήσας εἶπεν· καὶ ἐγὼκἀγὼ σύνψηφός εἰμι ἐπὶ τοῖς κατατεθεῖσιν ὑπὸ τῆς κοινότητος ὥστε μὴ ἐνοχλεῖσθαι τοὺς κδ τούτους οὔτε ὑπὸ τοῦ νῦν πρυτάνεως οὔτε ὑπὸ τῶν μελλόντων πρυτανεύειν. ὅθεν οὐκ ὀφείλειὀφίλει Μακρόβιος ἐνοχλεῖσθαι μάλισταμάλλιστα εἷς ὢν τῶν κδ. Θέων Εὐσεβίου πρυτανεύσας εἶπεν· ὁ ἀδελφὸς ἡμῶν ὁ πρόεδρος ἴσως κατʼ ἄγνοιαν μὴ γινώσκων Θέωνα διὰ Μακροβίου υἱοῦ ὄντα ἐκ τῶν κδ ἀνδρῶν τῶν διατυπηθέντων εἰς τὰς βαρυτέρας λειτουργίαςλειτουργείας ὑπέβαλεν αὐτὸν εἰς τὴν ἐσθῆτα, ὅθεν δ ὀνειδίζομεν ὡς οὐ προσήκει αὐτὸν ἐνοχλεῖσθαι προφάσειπροφάσι ἐπιμελείας τῆς αὐτῆς ἐρεᾶς ἐσθῆτος. Εὐλόγιος Πτολεμαίου γυμνασιαρχήσας εἶπεν· Θέων Ἀμμωνίου διὰ Μακροβίου υἱοῦ εἷς ὢν τῶν διατυπωθέντων κδ εἰς τὰς βαρυτάτας λειτουργίαςλειτουργείας καὶ οὐκ ὀφείλειὀφίλει ὄχλησίν τινα παθεῖν προφάσειπροφάσι ἑτέρων λειτουργιῶν. ὁ πρύτανις εἶπεν· ὅσα κοινῇ τε καὶ καθʼ ἓν προηνέγκεσθεπροηνέγκεσθαι ἔχει ἡ πίστις τῶν ὑπομνημάτων, καὶ οὐκ ἐνοχληθήσεται Μακρόβιος εἰς τὴν ἐπιμέλειαν τῆς στρατιωτικῆς ἐρεᾶς ἐσθῆτος τῆς ιδ ἔτους ἰνδικτίονος. Αὐρήλιος Ἰσίδωρος σκρίβας ἐξεδόμην τὰ ὑπομνήματα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.