no image
DDbDP-text
Attestation of a Copy of a Petition with Reply via HGV-meta
Linked by Trismegistos ID
TM 17511.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους ιε Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου
Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουπλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ, Φαμενὼθ κθ. ἐμαρτύρατο ἑαυτὸν
Τοτοῆς χρηματίζων μητρὸς Τσενπετσίριος ἀπʼ Ὀξυρύγχων πόλεως
διὰ τῶν ὑπογεγραμμένων μαρτύρων ἐξειληφέναι καὶ προσαντιβεβληκέναι ἐκ τεύχους συνκολλησίμων βιβλιδίων ἐπιδοθέντων Σουβατιανῷ Ἀκύλᾳ τῷ λαμπροτάτῳ ἡγεμόνι προτεθέντων ἐν Ἀντινόου πόλει ἐν τῷ Ἀντινοείῳ ἐν οἷς καὶ τὸ ὑπογεγραμμένον βιβλίδιον σὺν τῇ ὑπʼ αὐτὸ ὑπογραφῇ, ὅπερ οὕτως ἔχει. κολλημάτων Αθ.
Σουβατιανῷ Ἀκύλᾳ ἐπάρχῳ Αἰγύπτου παρὰ Τοτοέως χρηματίζοντος μητρὸς Σενπετσείριος ἀπʼ Ὀξυρύγχων πόλεως.
τῆς ἐμφύτου σου, ἡγεμὼν δέσποτα, δικαιοδοσίας διηκούσης εἰς πάντας ἀνθρώπους καὶ αὐτὸς ἀδικηθεὶς ἐπὶ σὲ καταφεύγω ἀξιῶν ἐκδικίας τυχεῖν. ἔχει δὲ οὕτως. ἐν μητροπόλει τυγχάνων ἀναγραφόμενος ἐπʼ ἀμφόδου Παρεμβολῆς ἀεὶ χρηματίζων τῷ προκειμένῳ ὀνοματίῳ, ᾧ συμφώνως ἀναδοθεὶς ἔτι ἄνωθεν εἰς φυλακίαν ταύτην ἀμέμπτως ἐξετέλεσα, οὐ μόνον ἀλλὰ καὶ τὰ κατʼ ἔτος ὀφειλόμενα ἐπικεφάλια τελῶ γεωργικὸν καὶ ἀπράγμονα βίον ζῶν, ἀνεδόθην οὐ δεόντως ὑπὸ Ἡρακλάμμωνος τοῦ νυνὶ ἀμφοδογραμματέως πρώτης φυλῆς εἰς δημοσίαν ὀνηλασίαν τῆς αὐτῆς πόλεως
πάνυ βαρυτάτην χρείαν ἑτέρῳ ὀνοματίῳ Σβῖχις Ἁρμίυσιος μητρὸς Τασεῦτος, σωματίσαντός μοι ἀνύπαρκτον πόρον
δραχμῶν Ασ. ὅθεν, κύριε, βίᾳ ἀναγκασθεὶς ταύτης τῆς ὀνηλασίας ἀντιλαβέσθαι ἄπορος παντελῶς ὑπάρχων μηδʼ ὅλως ὑποστέλλων τῷ νυνὶ ἀμφοδογραμματεῖ ἀλλʼ εἰς τὸ ἐπιὸν τοῦ ἡμετέρου ἀμφόδου Ἱππέων Παρεμβολῆς μέλλοντος λειτουργεῖν ἀκολούθως τῷ γενομένῳ ὑπὸ Γεμεινίου Μοδέστου τοῦ κρατίστου ἐπιστρατήγου τῶν ἀμφόδων κλήρῳ, τοῦ Ἡρακλάμμωνος
ἀνόμως καὶ ῥιψοκινδύνως ἀναδόντος μέ, ἀξιῶ, ἐὰν σοῦ τῇ εὐμενεστάτῃ τύχῃ δόξῃ, διακοῦσαί μου πρὸς αὐτόν, τῆς γὰρ
σῆς μεγαλειότητός ἐστιν ἐπεξελθεῖν τοῖς ἀδίκως καὶ ἀνόμως τετολμημένοις, ὅπως τυχὼν τῶν δικαίων δυνηθῶ εἰς
ὕστερον τῷ ἐπιβάλλοντι ἔτει ἀντιλαβέσθαι τῆς ἐνχειρισθησομένης ὡς πρόκειται, ἵνʼ ὦ εὐεργετημένος. διευτύχει.
ἔτους α[…] μηδενὸς ἐπεχομένουὁ κράτιστος ἐπιστράτηγοςεἴσεται ὁποῖα […]…[…]…ε…ι[…] ἡ ἀξίωσις. πρόθες. […]…[…]…ε…ι[…] ἡ ἀξίωσις. πρόθες.
[v]
[… ? lines lost …]
…λλευσ…[…]ιος Φυαν[…]…νης […]ἐσφράγισα.
[…]α…[…]…σ…ε…τευς ἐσφράγισα.
Γάιος Ἰούλιος Σαραπίων ἐσφράγισα.
…α…ος Ἡρακλείδης ἐσφράγισα.
Αἴας Οὔλπιος Θέων ἐσφράγισα.
Λούκιος Οὐολύσιος Δομίττιος Σαλουιανὸς ἐσφράγισα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.