no image
DDbDP-text
[1]
[… 17 lines lost …]
[…]προς το…
[…]σμετατηντου
[…]μητροπόλει εις
[…]ξετελεσ…αυ
[…]…ιασμετε
[…] διευτυχεῖτε.
[2]
…
τοῖς διακριταῖς ἄρχουσι σιτηρεσίου
παρὰ Αὐρηλίου Ἡρακλέωνος χρηματίζοντος μητρὸς Ἴσειτος Ἀχιλλέως
ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχειτῶν
πόλεως ἀναγραφομένου ἐπʼ ἀμφόδου
Νότου Δρόμου. ἀπογραφεὶς καὶ προσβὰς
ἀπὸ γραφῆς ἀφηλίκων τῷ α ἔτει
Δεκίων ἀκολούθως τοῖς ἐν καταχωρισμῷ βιβλίοις, παρεθεὶς
δὲ ἐν τοῖς ἐπιδοθεῖσι βιβλίοις
ὑπὸ τοῦ τοῦ ἀμφόδου φυλάρχου,
δεικνὺς τὰ περὶ ἐμοῦ οὕτως
ἔχοντα, ἀξιῶ ἐνταγῆναι ἐν
τοῖς ἀναγορευομένοις πρὸς διάδοσιν τοῦ σιτηρεσίου ὀνόμασι,
ἵνα καὶ ἐγὼ τῆς δωρεᾶς μεταλάβω.
ἔτους α Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Κλαυδίου
Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ,
Μεχεὶρ κε.
Αὐρήλιος Ἡρακλέων ἐπιδέδωκα.
Αὐρήλιος[…]…άμμων ἔγραψα
ὑπὲρ αὐτοῦ διὰ τὸ μὴ εἰδέναι
αὐτὸν γράμματα.
[… ? lines lost …]
[3]
[… ? lines lost …]
…[…]ἀναγραφόμενος ἐπʼ ἀμφόδου[…]
Παρεμβολῆς, ἐπικριθεὶς τῷ[…]ἔτει Μάρκων
Ἰουλίων καὶ γενόμενος πρὸς
τὸ ἐνεστὸς α ἔτος ἐτῶν[…]
παρεθεὶς δὲ ἐν τοῖς ἐπιδοθεῖσι βιβλίοις ὑπὸ τοῦ τοῦ ἀμφόδου
φυλάρχου, δεικνὺς τὰ περὶ ἐμοῦ
ἐν ἐκτάκτῳ οὕτως ἔχοντα,
ἀξιῶ ἐνταγῆναι ἐν τοῖς
ἀναγορευομένοις πρὸς διάδοσιν τοῦ σιτηρεσίου ὀνόμασι, ἵνα καὶ ἐγὼ τῆς δωρεᾶς μεταλάβω. ἔτους α
Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Κλαυδίου
Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ, Μεχεὶρ […]
Αὐρήλιος Παυς[…]ἐπιδέδωκα. Αὐρήλιος[…]
ἔγραψα ὑπὲρ[…]
Αὐρήλιος Θε[…]
ο…[…]
ο…[…]
…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.