no image
DDbDP-text
[1]
[… ? lines lost …]
[…]…[…]…[…]
Κολινταθὺρ …[…]… Νίνω. ὁμολογῶ ὀμνὺς τὴν τῶν κυρίων ἡμῶν
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ
Σεβαστῶν τύχην ἀνελθεῖν
ἐπὶ τὴν Πανὸς πόλιν καὶ ὑπηρετήσασθαι τῷ καθαρουργείῳ τῷ ὑπηρετουμένῳ τῇ εὐθενείᾳ τῶν
γενναιοτάτων στρατιωτῶν καὶ
παραμενεῖν ἐκεῖσε ἄχρις ἀπολύσεως ἢ ἔνοχος εἴην τῷ ὅρκῳ.
παρέσχον δὲ ἐμαυτοῦ ἐγγυητὰς
Αὐρηλίους Ἀμμώνιον Ελ…ου
ἀπὸ Τωοῦ καὶ Σαραπίωνα Ἁτρήους
ἀπὸ Νίνω καὶ Σωτήριχον Γερμανοῦ ἀπὸ Κολινταθὺρ πάντας κωμάρχας καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ἔτους[…]Διοκλητιανοῦ καὶ ἔτους … Μαξιμιανοῦ
τῶν κυρίων ἡμῶν Σεβαστῶν Ἁθὺρ κα.
Αὐρήλιος Μέλας ὤμοσα τὸν ὅρκον
ὡς πρόκειται. Αὐρήλιοι Ἀμμώνιος καὶ Σαραπίων καὶ Σωτήριχος ἐγγυώμεθα αὐτὸν
καὶὠμόσαμεν ὡς πρόκειται. Αὐρήλιος
[…]ἔγραψα ὑπὲρ αὐτῶν γράμματα
μὴ εἰδότων.
[2]
[… ? lines lost …]
[…]Διοκλητιανοῦ καὶ
Μαξιμιανοῦ Σεβαστῶν τύχην ἀνελεύσεσθαι ἐπὶ τὴν Πανὸς πόλιν
καὶ ὑπηρετήσεσθαι …[…]
ἐργατικῶς ὑπηρετουμένῳ τῇ
ἀρτοποιείᾳ τῶν γενναιοτάτων
στρατιωτῶν καὶ παραμενεῖν
ἄχρις ἀπολύσεως. παρέσχον δὲ τῆς
ἐμαυτοῦ παραμονῆς ἐγγυητὴνΑὐρήλιον Ἀνοῦπιν Λεο[…]ἀπὸ
κώμης Σώβθεως καὶ ἐπερωτηθεὶς
ὡμολόγησα. […]
ἔτους ε καὶ …δ τῶν κυρίων ἡμῶν
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν
Ἁθὺρ κβ. Αὐρήλιος[…]
ὤμοσα τὸν ὅρκον ὡς πρόκειται.
Αὐρήλιος Ἀνοῦπις ἐγγυῶμαι αὐτὸν ὡς πρόκειται.[…]
…υαρ ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.