no image
DDbDP-text
ὑπατείας τῶν δεσποτῶν ἡμῶν
Κωνσταντίου τὸ γ καὶ Κώνσταντος τὸ β
τῶν Αὐγούστων, Φαμενὼθ[…]
Φλαουίῳ Διονυσαρίῳ λογιστῇ Ὀξυρυγχίτου
παρὰ Αὐρηλίου Σαραπίωνος Εὐδαίμονος βουλευτοῦ τῆς αὐτῆς πόλεως ναυκλήρου θαλαττίου ναυκληρίου, νυνὶ αἱρεθέντος ἀκολούθως τοῖς κελευσθεῖσι ὑπὸ τοῦ κυρίου μου διασημοτάτου
ἡγεμόνος Αὐγουσταμνείκης
Φλαουίου Ἰουλίου Αὐσονίου περὶ
τοῦ ἡμᾶς τοὺς ναυκλήρους ἀπαντῆσαι ἐπὶ τὴν λαμπροτάτην
Ἀλεξανδρίαν. κατὰ ταῦτα νῦν ὁμολόγω ὀμνὺς τὸν σεβάσμιον
θεῖον ὅρκον τῶν δεσποτῶν
ἡμῶν Αὐγούστων ἀπαντῆσαι
ἅμα τοῖς εἰς τοῦτον ἀποσταλεῖσι
ὀφφικιαλίοις, ὑπακούοντα ἐν πᾶσι τοῖς πρὸς
με ζητουμένοις περὶ τοῦ ναυκληρίου, καὶ μηδὲν διεψεῦσθαι.
Αὐρήλιος Σαραπίων ὤμοσα
τὸν θεῖον ὅρκον ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.