no image
DDbDP-text
Reports to a Logistes via HGV-meta
Linked by Trismegistos ID
TM 20359.
Each record below describes this same artifact or text from a different angle.
ρκη
Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ λογιστῇ Ὀξυρυγχίτου
παρὰ Αὐρηλίων Ἥρωνος […]…[…]καὶ Διδύμου
Διοσκόρου ἀμφοτέρων ἀπὸ τῆς λαμπρᾶςκαὶ λαμπροτάτης Ὀξυρυγχιτῶν
πόλεως δημοσίων ἰατρῶν. ἐπεστάλημεν ὑπὸ σοῦ
σήμερον ἥτις ἐστὶν Φαρμοῦθι ϛ ἐκ βιβλιδίων
ἐπιδοθέντων σοι ὑπὸ Ἀπολλωνίου ὀφφικιαλίου ἡγουμένου
Αἰγύπτου Ἡρκουλείας Αὐρηλίου Ἀντωνίου ὥστε γενέσθαι
ἐπὶ τὴν οἰκίαν ἐν τῇ αὐτῇ πόλει καὶ τοῦτον ἐπιδεῖν
καὶ ἣν ἂν καταλάβωμεν περὶ αὐτὸν διάθεσιν ἐγγράφως προσφωνῆσαι. ὅθεν γενόμενοι ἔνθα ὁρῶμεν αὐτὸν τοῦτον κλινήρην ὄντα πυρετίοις
ἀκρίτοις συνεχόμενον· ὅπερ προσφωνοῦμεν.
ὑπατείας Καικινίου Σαβίνου καὶ Οὐεττίου Ῥουφίνου
τῶν λαμπροτάτων Φαρμοῦθι ϛ.
Αὐρήλιος Ἥρων ἐπιδέδωκα
προσφωνῶν ὡς πρόκειται.
Αὐρήλιος Δίδυμος ἐπιδέδωκα προσφωνῶν
ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.