no image
DDbDP-text
Publication of an Appointment via HGV-meta
Linked by Trismegistos ID
TM 21792.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
Αὐρήλιος Ἱέραξ ὁ καὶ Δίδυμος στρατηγὸς Κυνοπολίτου
τοῦ δοθέντος μοι προσαγγέλματος
ὑπὸ κωμαρχῶν κώμης Τερύθεως
εἰσδιδόντων τὸν ἑξῆς ἐγγεγραμμένον
εἰς δειγματοκαταγωγίαν τοῦ καταγομένου εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν δημοσίου πυροῦ ἴσον
δημοσίᾳ πρόκιται, ἵνα πάντες
εἰδῶσι καὶ ὁ ἀναδοθεὶς ἔχηται
τῶν ἐνκεχειρισμένων.
ἔτους α τῶν κυρίων ἡμῶν Μακριανοῦ
καὶ Κυήτου Εὐσεβῶν Εὐτυχῶν
Σεβαστῶν Χοίακ α.
Αὐρηλίῳ Ἱέρακι τῷ καὶ Διδύμωι
στρατηγῶι Κυνοπολείτου
παρὰ Αὐρηλίων Σιλβανοῦ Πανετβαύιος καὶ Μεγχέως Θέωνος
ἀμφοτέρων κωμαρχῶν κώμης Τερύθεως τοῦ ἐνεστῶτος α ἔτους.
εἰς δειγματοκαταγωγίαν δημοσίου
πυροῦ καταγομένου εἰς τὴν λαμπροτάτην Ἀλεξάνδριαν
δίδομεν τὸν ὑπογεγραμμένον ὄντα
εὔπορον καὶ ἐπιτήδειον τῷ ἡμῶν
κινδύνῳ Αὐρήλιον
Πέτρον ἐκ μητρὸς Ταύριος
ὡς ἐτῶν λ ἔχοντα πόρον δραχμὰς φ.
ἔτους α Αὐτοκρατόρων Καισάρων Τίτου Φουλουίου
Ἰουνίου Μακριανοῦ καὶ Τίτου Φουλουίου Ἰουνίου Κυήτου
Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Χοίακ α.
Αὐρήλιοι Σιλβανὸς καὶ Μενχῆς
ἐπιδεδώκαμεν. ἐγὼ δὲ ὁ Σιλβανὸς ἔγραψα ὑπὲρ τοῦ Μενχέως
γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.