no image
DDbDP-text
Declaration of an Oil - seller via HGV-meta
Linked by Trismegistos ID
TM 21856.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Ἡράμμωνι στρατηγῷ Ὀξυρυγχίτου Αὐρήλιος Θεόδωρος Ὡρίωνος τοῦ Θώνεως
μητρὸς[…]…[…]…[…]ἀπὸ τῆς λαμπρᾶς καὶ
λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως πράτης ἐλαίου
χρηστοῦ. ὀμνύω τὴν τοῦ κυρίου
ἡμῶν Αὐρηλιανοῦ Σεβαστοῦ
τύχην παρέξειν ἡμερησίως
ἐν ᾧ ἔχω ἐργαστηρίῳ ἐπὶ τῆς
ἀγορᾶς ἔλαιον χρηστὸν πρὸς
διάπρασιν καὶ ὑπηρεσίαν τῆς
πόλεως εἰς τὸ μηδεμίαν ἐνέδραν ἐπακολουθεῖν, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. παρέσχον
δὲ ἐμαυτοῦ ἐγγυητὴν Αὐρήλιον Σαραπάμμωνα Σαπρίωνος μητρὸς Θαήσιος ἀπὸ τῆς
αὐτῆς πόλεως παρόντα καὶ εὐδοκοῦντα.
ἔτους ζ Αὐτοκράτορος Καίσαρος
Λουκίου Δομιττίου Αὐρηλιανοῦ
Γερμανικοῦ Μεγίστου Περσικοῦ
Μεγίστου Γοθικοῦ Μεγίστου
Καρπικοῦ Μεγίστου Εὐσεβοῦς
Εὐτυχοῦς Σεβαστοῦ
Φαῶφι κα.
Αὐρήλιος Θεόδωρος Ὡρίωνος ὤμοσα
τὸν ὅρκον καὶ ἕκαστα ποιήσω ὡς
πρόκειται. Αὐρήλιος Σαραπάμμων Σαπρίωνος ἐγγυῶμαι τὸν
Θεόδωρον ὡς πρόκειται. Αὐρήλιος
Σιλβανὸς Ἀμμωνίου ἔγραψα ὑπὲρ
αὐτῶν μὴ εἰδότων γράμματα.
Αὐρήλιος Τ[…]
σεσημείωμαι[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.