no image
DDbDP-text
Αὐρηλίῳ Ἀσκληπιάδῃ πραιποσίτῳ ιε
πάγου νομοῦ Ἑρμοπολίτου
παρὰ Αὐρηλίου Πανεχώτου Ὥρου πρεσβυτέρου ἀπὸ κώμης Σενομορρῶ τοῦ αὐτοῦ νομοῦ
χαίρειν. ὁμολογῶ ὀμνὺς τὸν θεῖον
καὶ σεβάσμιον ὅρκον τῶν πάντα νικώντων
δεσποτῶν ἡμῶν Αὐγούστων ἠγγυῆσθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον
Πατῶτα Ὥρου εἰς κωμαρχίαν τῆς
αὐτῆς κώμης. ἐὰν δὲ ἀποστῃ καὶ
μὴ παραστήσω, ἐγὼ αὐτὸς τὸν ὑπὲρ
αὐτοῦ λόγον ὑποστήσομαι ἢ ἔνοχος
εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου
κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
ὑπατείας Σεπτιμμίου Ἀκινδύνου
τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ
πραιτωρίου καὶ Ποπουλωνίου Προκούλου
τοῦ λαμπροτάτου Ἐπεὶφ ιε
Αὐρήλιος Πανεχώτης ὁ προκείμενος
ἐγγυῶμαι καὶ παραστήσω ὡς πρόκειται. Αὐρήλιος
Σιλβανὸς ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.