no image
DDbDP-text
Declaration of a Shipper via HGV-meta
Linked by Trismegistos ID
TM 21797.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Φιλιάρχῳ τῷ καὶ Ὡρίωνι
στρατηγῷ Ὀξυρυγχείτου
παρὰ Αὐρηλίου Ἀνικήτου Ὀλβανοῦ ἀπὸ τῆς
λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως κυβερνήτου πλοίου
Ἑλληνικοῦ κληρονόμων Τείρωνος ἀγωγῆς
ἀρταβῶν τν. παρέλαβον καὶ ἐνεβαλόμην εἰς
τὸ προκείμενον πλοῖον ἐκ γραμμάτων Οὐλπίου
Κυρίλλου τοῦ διασημοτάτου καθολικοῦ παρὰ
Αὐρηλίου Δημητριανοῦ καὶ ὡς χρηματίζει
δεκαπρώτου μερῶν μέσης τοπαρχιάς κριθῆς νέας
καθαρᾶς κεκοσκινευμένης ἀρτάβας οε, τὰς
οὔσας κώμης Ἡρακλείου, ἅσπερ κατάξω εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν καὶ παραδώσω οἷς ἐὰν κελευσθῶ καὶ τῆς
παραδόσεως γράμματα ἐποίσω διὰ τὸ
πεπληρῶσθαί με πάντων τῶν
ἀναλωμάτων. κυρία ἡ ἀποχὴ τρισσὴ γραφεῖσα, ἣν ἐξεδόμην σοὶ μὲν τῷ στρατηγῷ δισσὴν
τῷ δὲ δεκαπρώτῳ μοναχήν, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους β Αὐτοκράτορος
Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ
καὶ ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου
Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Εὐσεβῶν
Εὐτυχῶν Σεβαστῶν Παῦνι ιη.
Αὐρήλιος Ἀνείκτηος Ὀλβανοῦ παρέλαβον καὶ παραμεμέτρημαι τὰςπροκειμένας
κριθῆς ἀρτάβας ἑβδομήκοντα
πέντε καὶ κατενεγκῶ καὶ παραδώσω ὡς πρόκειται. Αὐρήλιος Σιλβανὸς Ἀμμωνίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ
εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.