no image
DDbDP-text
Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ
Γεροντίῳ λογιστῇ Ὀξυρυγχίτου
παρὰ τοῦ κοινοῦ τῶν ὑελουργῶν
τῆςλαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως
διʼ ἐμοῦ Αὐρηλίου Ἀρείωνος
[…]…του. ἀκολούθως
τοῖς κελευσθεῖσιν ἰδίῳ τιμήματι προσφωνῶ τὴν ἑξῆς ἐνγεγραμμένην τιμὴν ὧν χειρίζω ὠνίων καὶ ὀμνύω τὸν
θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ·
ὑέλου ὁλκῆι κεντηναρίου α τάλαντα δ.
ὑπατείας Ὀουϊνίου Γαλλικανοῦ
καὶ Καισωνίου Βάσσου τῶν
λαμπροτάτων, Ἁθὺρ λ.
Αὐρήλιος Ἀρείων ἐπιδέδωκα
προσφωνῶν ὡς πρόκειται. Αὐρήλιος Παθερμοῦθις ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.