no image
DDbDP-text
Two Petitions to the Emperors with Replies via HGV-meta
Linked by Trismegistos ID
TM 20404.
Each record below describes this same artifact or text from a different angle.
[1]
Αὐτοκράτωρ Καῖσαρ Λούκιος Σεπτίμιος
Σεουῆρος Εὐσεβὴς Περτίναξ Σεβαστὸς
Ἀραβικὸς Ἀδιαβηνικὸς Παρθικὸς
Μέγιστος καὶ Αὐτοκράτωρ Καῖσαρ
Μᾶρκος Αὐρήλιος Ἀντωνῖνος Εὐσεβὴς
Σεβαστὸς[…]
Αὐρηλίῳ Ὡρείωνι χαίρειν.
[…]…ηχα[…] ἐπεδο[…]τῶν Ὀξυρυγχειτῶν […]οσ[…]αντιμα…αγ…[…]ν
[…]α…[…]ετ…[…]λ[…]
[…]μας εἰς τ[…]ν
[…]τιασι…[…]υ
[…]… ἔστιν δὲ ἡ ἀξίωσις·
τοῖς εὐμενεστάτοις Αὐτοκράτορσιν Σεουήρῳ
καὶ Ἀντωνίνῳ τοῖς πάντων ἀνθρώπων
σωτῆρσι καὶ εὐεργέταις Αὐρήλιος
Ὡρείων γενόμενος στρατηγὸς καὶ ἀρχιδικαστὴς τῆς λαμπροτάτης πόλεως τῶν
Ἀλεξανδρέων χαίρειν.
[…]ὦ φιλανθρωπότατοι Αὐτοκράτορες
[…]…ι τῇ πόλει μεγάλῃ
[…]ενει καὶ ἔτι σωζούσῃ
[…]…[…]νεαν κατοίκισεν …ν
[…] Τίτος Τιτειανὸς
[…]…ενωτε[…]νε
[…]νδελ…[…]…ν
[…]δον…[…]…μ[…]ε[…]…ς
[2]
α[…]ον καὶ αλ[…]σαμ[…]λων[…]
…[…] πλείω ὧν ὁ λόγος ἐμὲ τ[…]λανθάνει,
πρόσεστι δὲ αὐτοῖς καὶ ἡ πρὸς Ῥωμαίους εὔνοιά τε καὶ πίστις καὶ φιλία ἣν ἐνεδείξαντο καὶ
κατὰ τὸν πρὸς Ἰουδαίους πόλεμον συμμαχήσαντες καὶ ἔτι καὶ νῦν τὴν τῶν ἐπινικίων
ἡμέραν ἑκάστου ἔτους πανηγυρίζοντες.
ἐτιμήσατε μὲν οὖν καὶ ὑμεῖς αὐτοὺς ἐπιδημήσαντες τῷ ἔθνει πρώτοις μετὰ Πηλουσιώτας μεταδόντες τῆς εἰς τὸ δικαστήριον ὑμῶν
εἰσόδου, γνωρίζει δὲ τὴν πόλιν καὶ ὁ λαμπρότατος Λαῖτος ἐπί τε τοῖς καλλίστοις καὶ ἐλευθερωτάτοις ἔχουσαν τοὺς ἐνοικοῦντας καὶ πρὸς τὸ ταμεῖον ἐπιεικεστάτους. διὰ δὲ τοῦτο ταύτην
τὴν πόλιν ἠθέλησα μηδεμιᾶς ἐνδεεστέραν
τῶν ἡμετέρων καταλιπεῖν[…]
τρη[…]άμην καὶ τοὺς ὑπυσμ[…]
οὐκ ἔλαττον Ἀττικῶν μυρίων ἐπὶ τῷ …[…]αὐτὰς δανείζεσθαί τε καὶ φυλάσσεσθαι καθὰ ἐπὶ
τῶν προτέρων ὥρισται, τὸν δὲ συναγόμενον
τόκον χωρεῖν εἰς ἔπαθλα ἐφήβων τῶν παρʼ αὐτοῖς κατʼ ἔτος ἀγωνιουμένων ἐφʼ οἷς καὶ οἱ Ἀντινοεῖς νῦν ἀγωνίζονται. καὶ ἀξιῶ κελεῦσαι ὑμᾶς
καὶ ταῦτα τὰ χρήματα μηδενὶ ἐξεῖναι εἰς ἄλλο μηδὲν περισπᾶν.
[3]
Αὐτοκράτωρ Καῖσαρ Λούκιος Σεπτίμιος Σεουῆρος
Εὐσεβὴς Περτίναξ Σεβαστὸς Ἀραβικὸς Ἀδιαβηνικὸς
Παρθικὸς Μέγιστος καὶ Αὐτοκράτωρ Καῖσαρ
Μάρκος Αὐρήλιος Ἀντωνῖνος Εὐσεβὴς Σεβαστὸς
Αὐρηλίῳ Ὡρείωνι χαίρειν.
ἀποδεχόμεθά σε καὶ ταύτης τῆς ἐπιδόσεως ἣν
ἀξιοῖς ἐπιδοῦναι ταῖς κώμαις τῶν Ὀξυρυγχειτῶν
ἀποδιδοὺς ἀμοιβὴν ἐνκτήσεως. τὸ ὅμοιον δὴ καὶ
ἐπὶ τούτου φυλαχθήσεται καὶ καθότι ἠθέλησας ἀμετάστρεπτον εἰς ἕτερόν τι δαπανήσεσθαι τὴν χάριν.
ἔστιν δὲ ἡ ἀξίωσις·
τοῖς εὐμενεστάτοις Αὐτοκράτορσι Σεουήρῳ καὶ Ἀντωνίνῳ
τοῖς πάντων ἀνθρώπων σωτῆρσιν καὶ εὐεργέταις
Αὐρήλιος Ὡρείων γενόμενος στρατηγὸς καὶ ἀρχιδικαστὴς τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων χαίρειν.
κῶμαί τινες τοῦ Ὀξυρυγχείτου νομοῦ, ὦ φιλανθρωπότατοι Αὐτοκράτορες, ἐν αἷς ἐγώ τε καὶ οἱ υἱοί μου χωρία κεκτήμεθα, σφόδρα ἐξησθένησαν ἐνοχλούμεναι ὑπὸ τῶν κατʼ ἔτος
λειτουργιῶν τοῦ τε ταμείου καὶ τῆς παραφυλακῆς τῶν
τόπων, κινδυνεύουσί τε τῷ μὲν ταμείῳ παραπολέσθαι τὴν δὲ ὑμετέραν γῆν ἀγεώργητον καταλιπεῖν.
ἐγὼ οὖν καὶ τοῦ φιλανθρώπου καὶ τοῦ χρησίμου στοχαζόμενος βούλομαι εἰς ἀνάκτησιν αὐτῶν ἐπίδοσίν
τινα βραχεῖαν ἑκάστῃ ποιήσασθαι εἰς συνωνὴν
χωρίου οὗ ἡ πρόσοδος κατατεθήσεται εἰς τροφὰς καὶ
δαπάνας τῶν κατʼ ἔτος λειτουργησόντων ἐπὶ τῷ
[4]
[… 1 line lost …]
…[…]
λ[…]
τ[…]
τα[…]
βο…[…]
επ[…]
ναι…[…]
μητ[…]
τοχ[…]
φ…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.