no image
DDbDP-text
Official Correspondence and Declaration, and Petition via APIS-papyrus
Linked by Trismegistos ID
TM 21799 21800.
Each record below describes this same artifact or text from a different angle.
[r]
[1]
[…] ἀπὸ Π…[…]είμεως ἑτέρα·
Οὐαλέριος Πομπηιανὸς Ἡρακλείδῃ στρατηγῷ Ὀξυρυγχίτου χαίρειν.
καὶ πάλαι προσέταξα οἷς ἐὰν προσῇ που
[…]αν παραφυλακτέον χα[…]… ἀπελασία τετολμη[…]αν
[…]ιλαι τὴν παρασ[…]ων
[…] καὶ νῦν τοῦτο ἐπιστέλλω
[…] πλήρωσον τὸ κεκελευσμένον ὅπως πρὸς ἐπιστολὴν σὴν ἡ σὴ ἀρχὴ
[…] ἔρρωσο.
ἔτους ε ἔτους καὶ δ ἔτους τῶν κυρίων ἡμῶν
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν
[…]
[2]
…α
χειρόγραφον ἀποδείξεων πρὸς Θέωνα καὶ Ἡρακλείδην
καὶ Θώνιον γενομένους ἐπιμελητὰς τοῦ ἐνἨλενσάει φρουρίου περὶ τοῦ μὴ διασεσεῖσθαι ὑπὸ Φιλέου
ἐκ προστάξεως τῆς ἡγεμονίας.
Αὐρηλίῳ Ἡρακλείδῃ ἐξηγητῇ Ἀλεξανδρείας στρατηγῷ Ὀξυρυγχίτου
παρὰ Αὐρηλίων Θωνίου καὶ Ἡρακλείδου ἀμφοτέρων ἐξηγητῶν καὶ Θέωνος ἀρχιερέως τῶν
τριῶν βουλευτῶν τῆς λαμπρᾶς καὶ λαμπροτάτης
Ὀξυρυγχιτῶν πόλεως γενομένων ἐπιμελητῶν τοῦ ἐν Ἠλενσάει φρουρίου. ἐπὶ σήμερον
ἥτις ἐστὶν ιη μετεκαλέσω ἡμᾶς καὶ ἐπὶ ὑπομνημάτων σῶν ἀνέγνως γράμματα τοῦ διασημοτάτου ἡμῶν ἡγεμόνος Οὐαλερίου Πομπηιανοῦ
διʼ ὧν προσέταξεν εἰ μὲν εἴημεν διασεισθέντες ὑπὸ Φιλέου ἄρξαντος Ἀλεξανδρείας ἥκειν
μετὰ τῶν ἀποδείξεων, εἰ δὲ μή, κατὰ χώραν
μένειν, καὶ φθάσαντες μὲν ἐπὶ τῶν σῶν ὑπομνημάτων προηνεγκάμεθα μηδένα διασεισμὸν πεπονθέναι ὑπὸ τοῦ Φιλέου, ἀλλʼ ἐπεὶ καὶ ἐνγράφως
ἠθέλησας ἡμᾶς αὐτὸ τοῦτο προσφωνῆσαι, πάλιν
ἅπερ προηνεγκάμεθα δηλοῦμεν ὡς μηδὲν
ὑπʼ αὐτοῦ σεσεῖσθαι καὶ ἀξιοῦμεν αὐτὰ ταῦτα φανερὰ τῷ μεγαλείῳ αὐτοῦ γενέσθαι. ἔτους ϛ
Αὐτοκράτορος Καίσαρος Γαΐου Αὐρηλίου Οὐαλερίου
Διοκλητιανοῦ καὶ ἔτους ε ἔτους Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν
Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν
Θὼθ ιη. Αὐρήλιος Θώνις ὁ καὶ Θεαγένης ἐξηγητὴς ἐπιδέδωκα. Αὐρήλιος
Ἡρακλείδης καὶ ὡς χρηματίζω συνεπιδέδωκα. Αὐρήλιος
Θέων καὶ ὡς χρηματίζω συνεπιδέδωκα.
[3]
[… ? lines lost …]
[v]
[1]
[… ? lines lost …]
[…]
[…] χαίρειν.
[…]…ον χορηγεῖν τῇ πόλει
[…]ἐνήνοχεν ἡ ὀνομασία
[…] πρὸς ἐπιστολὴν Ἀσκληπιάδου[…]ως. ϛ ἔτους καὶ ε ἔτους Θὼθ λ.
[…]τῇ βουλῇ τῶν Ὀξυρυγχιτῶν χαίρειν.
[…]τοῦ Ὀξυρυγχίτου νομοῦ ὡς
[…]…
[…]τῇ βουλῇ τῶν Ὀξυρυγχιτῶν χαίρειν.
[…]μένους ὑμῖν φρουροὺς
[…]αι ὅρους δὲ οἱ προ[…]ξονται. ἔρρωσθε .
[…]
[2]
παρὰ τοῦ πρυτάνεως.
δεῖ, ἡγεμὼν δέσποτά μου, πᾶσαν εὐθένειαν ὑπάρχειν τοῖς πολίταις,
μάλιστα δὲ τὴν τοῦ ἄρτου χορηγίαν. καὶ νῦν εὐτυχῶς ἡμῖν […]
κατὰ τὸν προεληλυθότα ἐνιαυτὸν ἀνανέωσιν πεποίησαι τοῦ στεφάνου τοῦ
εὐθηνιαρχικοῦ καὶ ἀγορανομικοῦ πολλῷ χρόνῳ τούτων ἐκλελοιπότων. αὐτὸς τοίνυν ἐγώ, ἡγεμὼν κύριε, ὑπογύως χειροτονηθεὶς διὰ
τῆς εὐτυχοῦς σου δεξιᾶς εἰς τὴν παρὰ Ὀξυρυγχείταις πρυτανείαν ἀσμένως
παρελθὼν ἐπὶ τὸ ἀναδήσασθαι τὸν στέφανον τοῦτον φροντίδα οὐδεμίαν ἄλλην πεποίημαι καίτοι …να ἔχων τὰ ἐπικείμενά μοι ἀναλώματα εἴς τε τὴν διοίκησιν τῶν δημοσίων λουτρῶν καὶ εἰς τὰ λοιπὰ πολιτικὰ δαπανήματα καὶ τὸ συνεχῶς τῇ βουλῇ περὶ τῆς τῶν ἀρχόντων ἀποδείξεως. καὶ δὴ τὸ τάγμα τὸ τῶν γυμνασιάρχων ἀπέδειξεν εὐθηνιάρχας
τέως ἀπὸ τριῶν τῶν ἐτησίως ζητουμένων μόνους δύο […]
Ἡράκλειον υἱὸν Πλουτάρχου καὶ Σαραπάμμωνα υἱὸν …ρ…[…]οἵτινες κατὰ μὲν τὴν προτροπὴν τῆς βουλῆς παρελθόντες αὐτίκα τὴν
ἀρχὴν παρῃτήσαντο, ὕστερον δὲ πεισθέντες καὶ …οντες ἀνελάβοντο
καὶ ἐκ μέρους ἐχορήγησαν τὴν εὐθηνιαρχίαν ἣν ἔδει πᾶσαν[…]ἐκ
κλήρου ἀποδοθῆναι τῇ πόλει· τετράμηνος γὰρ ἐφʼ ἑκάστου τέτακται ἐκ κλήρου
ὑπὲρ τοῦ αὐτοὺς μὴ ἀθρόως τὴν τετράμηνον χορηγήσαντας ὑ[…]
ἐπιτρίβεσθαι. προετρεψάμην Ἀμμώνιον Πτολλαρίωνος ἔναρχον
γυμνασίαρχον γνωσθέντα ὀφείλειν λοιπὸν μῆνα τῆς εὐθηνιαρχίας
ἑαυτοῦ ἐν τῷ μεταξὺ ἀποδοῦναι ὑπὲρ τοῦ τούτους ἀνάκτησιν στήσαντας
εὐμαρῶς καὶ τὸ ὑπόλοιπον τῆς ἀρχῆς ἀμέμπτως ἀποδοῦναι. ἀλλὰ ἐπεὶ
ἐπισταλέντες οὗτοι χορηγῆσαι τὰς τροφὰς τῇ πόλει τοῦ ὑπολοίπου χρόνου
τῆς ἀρχῆς αὐτῶν ἀντιλέγοντες ἔρρωνται, κατὰ τὸ ἀναγκαῖον προσφεύγω
ἐπὶ τὴν σὴν εἰλικρίνειαν ἀξιῶν διὰ τοῦ στρατηγοῦ αὐτοὺς του…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.