no image
DDbDP-text
Petition to the Prefect of Egypt, and Related Imperial Edicts via HGV-meta
Linked by Trismegistos ID
TM 22475.
Each record below describes this same artifact or text from a different angle.
ἐκ μέρους κεφαλαίων τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Σεουήρου καὶ Ἀντωνίνου
Εὐσεβῶν Σεβαστῶν προτεθέντος ἐν Ἀλεξανδρείᾳ[…]
[…]ὑποφόρους σκεπάζοντας τοὺς τὴν ἰδίαν πατρίδα καταλιπόντας[…]
[…]ἐπιτίμου ὀνόματι ὑπομενοῦσιν, οἱ δὲ αὐτοὺς ὑποδεχόμενοι[…]
[…]αι τὸ λοιπὸν τῇ πατρίδι ἧς τῇ ζημίᾳ ὁ ὑπόφορος[…]
[…]α τῶν αὐτῶν κυρίων. ἐπεὶ πολλοὺς πυνθανόμεθα[…]ἐν τῇ ἀλλοδαπῇ διάγειν, προαγορεύομεν πᾶσιν ἐπὶ τοὺς ἰδίους νομοὺς κατιέναι[…]
[…] τοσαύτας ἡμῶν δεδωκότων τῇ Αἰγύπτῳ δωρεὰς[…]εἰ δέ
τινες μετὰ ταύτην παρακούσαιεν τὴν νομοθεσίαν […]
[…] Σουβατιανὸς Ἀκύλας στρατηγοῖς ζ νομῶν καὶ Ἀρσινοίτου χαίρειν.[…]
[…]…τα τοῖς μεγίστοις καὶ θειοτάτοις κυρίοις ἡμῶν Σεουήρῳ καὶ Ἀντωνίνῳ[…]
[…]ν νομὸν τὴν οἰκείαν γῆν οὐκ ἔμαθεν φιλο…α…[…]
[…] κεκελευσμένα ἐντυγχάνων δ[…]
[…]α πίστιν δυνάμενος διὰ τοῦτο τι[…]
[…]ν ἀποκαταστῆσαι δὲ τοὺς ἄλλους[…]
[…]…[…]…αι παντὶ τρόπῳ προς…[…]
[…]… ἄνδρας ἐξ ἀρχόντων […]
νο…ε[…]…αρ…ρια κατὰ τῶν ἀπειθούντων α[…]ἐὰν δέ τινες τοῖς ὁμοίοις ἐπιμένωσιν καὶ το[…]πο…[…]…μ[…]
καὶ ζήτησιν τῆς ἀναχωρήσεως αὐτῶν τας…[…]…[…]κατὰ τὰ ὑπὸ τῶν
ἡγησαμένων πρὸ ἐμοῦ κριθέντα ἀλλὰ καὶ ἀξιωθέντες ὑπʼ ἐμοῦ[…]ὑμεῖς προθεῖναι ταύτης μου τῆς ἐπιστολῆς τὸ ἀντίγραφον ἔν τε ταῖς πόλεσι καὶ ἐν τοῖς ἐπισήμοις τῶν νομῶν τόποις φροντίσατε. ἐρρῶσθαι ὑμᾶς βούλομαι. ἔτους ιε Ἁθὺρ[…]Σουβατιανῷ Ἀκύλᾳ ἐπάρχῳ Αἰγύπτου
παρὰ Ἡρακλέιδου Χαιρήμονος μητρὸς Διονυσίας ἀπὸ[…]
ἡγεμὼν μέγιστε, τοὺς μετρίους καὶ ἀπράγμονα βίον ζῶντας[…]
ως πράττειν καὶ ἐνκυ…[…]…εα…η[…]ελονται τησ…[…]νωνα[…]
κοῦ βίου οὐκ ὢν ἀλλὰ ἀπράγμονος …[…]… ἀνδρὸς ατα[…] εἰς ἐμὲ[…]ὧν πολλὰ σημεῖα ἔχω
ἅπερ ἐπὶ τοῦ ῥητοῦ παραθήσομαι, τὴν ἐντυχίαν σοι ποιούμενος δέομαι μή με παριδεῖν τῶν κυρίων
ἡμῶν ἀηττήτων Αὐτοκρατόρων καθολικῶς διατεταγμένων πάντας εἰς τὰς ἰδίας πατρίδας ἀπιέναι
καὶ μὴ ἐν τῇ ἀλλοδαπῇ διατρίβειν καὶ σοῦ τοῦ δεσπότου κελεύσαντος ἐν τῷπαρατεθέντι …[…]…ο[…]
οἰκείας ἐπιμένοντα συλλαβέσθαι, μετὰ καὶ τοῦ […]ις[…]… τὸν ὑποδεχόμενον εἰς ἐπιτίμουλόγον
κατʼ ἄνδρα συχνὸν ἀργύριον ὡς παρακηκοότων τῶν θείων νομοθεσιῶν[…]…α καὶ α…β…α[…]…λ[…]
[…]…[…]…ν…υουσ…ιπ[…]… ἐστὶν Σερῆνος Ἀπελ…[…]ς σὺν Ἀμ[…]Πανεχώτου ἀπὸ […]
[…]τῆς μικρᾶς Ὀάσεως παρακούσας τῶν ἱερῶν διαταγμάτων […]…των τὸν ἐπηρτημένον αὐτῷ κίνδυνον ἔτι καὶ νῦνδιατρίβει ἐν τῷ Ὀξυρυγχίτῃ κακοῦ βίου τυγχάνων θράσει τῷ αὐτῷ μέγαν
φόβον ἑαυτῷ ἐν…νν…[…]ἐν ἀλλοτρίᾳ πόλει διατρίβοντι, ἔτι δὲ καὶ …νχ[…]…ιας ποιεῖσθαι καὶ ὑπὸ χεῖρα
ἔχειν τοὺς συνερχομένους παρὰ τὰ ἀπειρημένα· κεκώλυται γὰρ καὶ τοῦτο ὑπὸ τῆς θείας τύχης τῶν αὐτῶν κυρίων ἡμῶν Αὐτοκρατόρων τὸ κατὰ συνέλευσίν τινα γείνεσθαι τῶν πολιτῶν […]μετανάστῃ καὶ ἀσεβεῖ ἀνθρώπῳ· διόπερ ἀξιῶ ἐὰν σοῦ τῇ τύχῃ δόξῃ κελεῦσαί σε διὰ ἱερᾶς σου ὑπογραφῆς τὸν
κράτιστον ἐπιστράτηγον διακοῦσαί μου πρὸς τὸν προτεταγμένον Σερῆνον[…]ὡς αὐτὸν ἀποστήσοντα τῆς τε ἀσεβείας καὶ ἀπειθίας, ἔτι δὲ καὶ ἐπαναγκάσαι τὸν ὑποδεχόμενον αὐτὸν τελέσαι τά τε
διὰ τῆς θείας νομοθεσίαςὁρισθέντα κατʼ ἄνδρα σηστέρτια ν τάς τε ο[…]τούτου δὲ γενομένου οὐδὲ εἷς ἔτι τολμήσει ανα…τον ὑποδέξασθαι ἀλλο[…] δὲ καὶ α…[…]βεβοηθημένος. διευτύχει. ἔτους ιζ Φαμενὼθ α κολλήματος υξϛ. ὁ στρατηγὸς τὰ προσήκοντα ποιήσει τοῖς μέρεσιν αὐτοῦ.[…]
βελληSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.