no image
DDbDP-text
Brouillon d'une lettre de protestation pour des sommes indûment réclamées via HGV-meta
Linked by Trismegistos ID
TM 23008.
Each record below describes this same artifact or text from a different angle.
Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ σεμνοτάτης
καὶ λαμπροτάτης ἡ κρατίστη βουλὴ Αὐρηλίῳ […]
[…] στρατηγῷ Ἑρμοπολίτου
[…] τῷ φιλτάτῳ χαίρειν
[…]τα τοῦ κυρίου […]
[…]ς πᾶσι καὶ π[…]
[…]ν μέρος τῶν αρ[…]
[…] φορολογίας καὶ τ…[…]
[…]ερου ταύτης εγδ[…]
[…] ὁ λαμπρότατος ἡγεμὼν […]
[…]ταγμα ἀπειλ[…]
[…] καὶ δεκάπρωτον ὡς ἐπιχειρησ[…]
[…] ἀπαιτεῖν τὸ ὑποπείπτον τρίτον μέρος […]
ρας ἀναγκαίως ἐψηφισάμεθα πρὸς τὸ μέγεθος
αὐτοῦ ἀξιοῦντες παραδεχθῆναι ἡμῖν τὰ μὴ
δεόντως ἀπῃτημένα εἰς ἄλλα ἡμῶν ὀφλήματα καὶ πιστεύομεν κατὰ τὴν ἔμφυτον αὐτοῦ
πρὸς τοὺς ὑπηκόους φιλανθρωπίαν καὶ πρὸς τὰ θεῖα
εὐσέβειαν ἐπινεύσειν τῇ δεήσει τοῦ κοινοῦ ἡμῶν
συνεδρίου· ἐπειδὴ δὲ ἀναγκαῖον ἦν δὲ καὶ σὲ ἐπιστέλλεσθαι κάτω καὶ ἀπόσχῃ τοιαύτης
εἰσπράξεως ἣν παρὰ τὰ θείως διηγορευμένα
γεινομένην ἐμέμψατο ἡ μεγαλειότης τοῦ
λαμπροτάτου ἡγεμόνος ἀκολούθως τοῖς ἐν ἡμῖν δόξασιν ἐπιστέλλομέν σοι εἰδότι ὡς οὐδενί ἐστιν ἀκίνδυνον Αὐτοκρατόρων χάριτι
ἀντιβλέπειν, λόγου φυλασσομένου τῇ πόλει
καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου·
ἀκολούθως τοῖς ἐν ἡμῖν δόξασι ἐπιστέλλομέν σοι αὐτὰ ταῦτα, ἵνʼ εἰδῇς καὶ περιμείνῃς τὸν τῆς ἡγεμονίας ὅρον
ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου
Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου
Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.