no image
DDbDP-text
Demande de versement d'une pension d'athlète via HGV-meta
Linked by Trismegistos ID
TM 23010.
Each record below describes this same artifact or text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης
ἀρχαίας καὶ σεμνοτάτης καὶ λαμπροτάτης
παρὰ Αὐρηλίου Λευκαδίου Ἑρμοπολίτου ἱερονίκου
παγκρατιαστοῦ διὰ Αὐρηλίου Ἀππιανοῦ τοῦ καὶ
Δημητρίου Ἑρμοπολίτου ἐπιτρόπου συσταθέντος· αἰτοῦμαι ἐπισταλῆναι ἀπὸ τοῦ πολιτικοῦ λόγου ὑπὲρ ὀψωνίων μου ὧν ἐνίκησα καὶ ἐστεφανώθην ἱερῶν εἰσελαστικῶν
ἀγώνων τῶν ἀπὸ μηνὸς Φαμενώθ ι ἔτους ἕως
λ Μεχεὶρ ιδ ἔτους μηνῶν μη ὡς τοῦ μηνὸς
δραχμῶν ρπ τάλαντον α δραχμὰς Βχμ καὶ ὑπὲρ οὗ πρώτως
ἐνίκησα καὶ ἐστεφανώθην ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ περιπορφύρου ἰσολυμπίου ἐν κολωνίᾳ Σιδονίων πόλει
τῶν ἀπὸ ϛ Φαμενὼθ ια ἔτους ἕως Μεχεὶρ
καὶ αὐτοῦ ιδ ἔτους μηνῶν λε ἡμερῶν κε ὡς τοῦ
μηνὸς δραχμῶν ρπ τάλαντον α δραχμὰς υν γίνονται ἐπὶ τὸ αὐτὸ τῆς
αἰτήσεως ἀργυρίου τάλαντα δύο καὶ δραχμαὶ τρισχίλιαι ἐνενήκοντα
γίνονται ἀργυρίου τάλαντα β καὶ δραχμαὶ Γϙ λόγου φυλασσομένου τῇ πόλει
καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου·
ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου
Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου
Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς
Σεβαστοῦ ΦαμενώθSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.