no image
DDbDP-text
Demande de versement d'une pension d'athlète via HGV-meta
Linked by Trismegistos ID
TM 22958.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
[…]…[…]…[…]
[…] αἰτοῦμαι ἐπισταλῆναι ἀπὸ πολιτικοῦ λόγου
ὑπὲρ ὀψωνίων μου οὗ ἐνίκησα καὶ ἐστεφανώθην
ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ ἀγῶνος ἰσολυμπίου
ἐν Γάζῃ τῶν ἀπὸ Φαμενὼθ τοῦ διεληλυθότος ιδ ἔτους
ἕως Χοιὰκ καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ιε ἔτους μηνῶν
ι ὡς τοῦ μηνὸς δραχμῶν σ τὰς συναγομένας ἀργυρίου δραχμὰς δισχιλίας, γίνoνται ἀργυρίου δραχμαὶ Β λόγου φυλασσομένου
τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου· ἔτους ιε Αὐτοκράτορος Καίσαρος Πουπλίου
Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου
Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ
Μεχείρ. Αὐρήλιος Σερῆνος ἱερονίκης
αἰτοῦμαι ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.