no image
DDbDP-text
Demande de versement d'une pension d'athlète via HGV-meta
Linked by Trismegistos ID
TM 18362.
Each record below describes this same artifact or text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως
τῆς μεγάλης ἀρχαίας καὶ σεμνοτάτης καὶ λαμπροτάτης
παρὰ Αὐρηλίου Ἀππιανοῦ τοῦ καὶ
Δημητρίου Ἑρμοπολίτου ἱερονίκου παγκρατιαστοῦ· αἰτοῦμαι ἐπισταλῆναι ἐκ τοῦ πολιτικοῦ λόγου ὑπὲρ ὀψωνίων μου ὧν ἐνίκησα καὶ ἐστεφανώθην ἱερῶν εἰσελαστικῶν ἀγώνων χωρὶς ὧν ὑπὲρ
προτέρων μου αἰτοῦμαι ὑμᾶς ἐπάνω τούτων ἀπὸ μηνὸς Παῦνι
τοῦ διεληλυθότος ιγ ἔτους ἕως Μεχεὶρ καὶ αὐτοῦ
Μεχεὶρ τοῦ ἐνεστῶτος ιδ ἔτους
μηνῶν θ ὡς τοῦ μηνὸς δραχμῶν ρπ τὰς
συναγομένας ἀργυρίου δραχμὰς
χιλίας ἑξακοσίας εἴκοσι
γίνεται ἀργυρίου δραχμαὶ Αχκ· διευτυχεῖτε.
ἔτους ιδ Αὐτοκράτορος Καίσαρος
Πουπλίου Λικιννίου Γαλλιηνοῦ
Γερμανικοῦ Μεγίστου Περσικοῦ
Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς …
Σεβαστοῦ Φαμενὼθ ιβ Αὐρήλιος
Ἀππιανὸς ὁ καὶ Δημήτριος ἱερονίκης
αἰτοῦμαι ὡς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.