Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.lips.2.145r

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r1] […]ωι Τινηίωι Δημητρίωι ἐπάρχωι Αἰγύπτου παρὰ Ἀντωνίου Δόμνου τοῦ καὶ Φιλαντινόου Ἀντωνίου Ῥωμανοῦ Τραιανείου τοῦ καὶ Στρατείου Ἀντινοέως. ου…ν […]…ημων, ἡγεμὼν λαμπρότατε, αἴτιός ἐστιν […]…[…]ς δοκεῖν περὶ τῶν αὐτῶν προσέρχεσθαι, ἀλλὰ γὰρ […]… πρὸς τὰ κελευόμενα πολὺ δύνανται ἡ δὲ σὴ […]…ω κατʼ ἐμὲ ἐπεισελεύσεται σ[…]περ ειω[…]σι. ἵνα δὲ μὴ πολλὰ περὶ τῶν αὐτῶν λέγω· οὗ ἀνέτεινα τῷ κρατίστῳ Ἰουλίῳ Λικιννιανῷ διαδεχομένῳ καὶ τὰ κατὰ τὴν διοίκησιν βιβλιδίου ὧ πάντα τὰ τοῦ πράγματος ἐγγέγραπται καὶ ἧς οὗτος κατὰ τὸ ἀκόλουθον ἔγραψεν ἐπιστολῆς τῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ στρατηγῶ τὰ ἀντίγραφα ὑποτάξας[…] επι μηδενὸς[…]γραφέντα ε[…]τοῦ ἀντιδίκου […] ων επα…ω[…]σχυος… ἀξιῶ, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι γραφῆναι τῷ στρατηγῷ τὰ ἀκὸλουθα τοῖς ὑπὸ Ἰουλίου Λικιννιανοῦ ἐπισταλεῖσι πρᾶξαι καὶ[…]τοῦ ἀντιδίκου […]…ειν τοις δ[…]…[…]…[…]…ιντ… διευτύχει […]σχη ἔστι δέ· Ἰουλίω` Λικιννιανῷ τῷ κρατίστῳ πρὸς τῷ ἰδίῳ λόγῳ διαδεχομένω` καὶ τὰ κατὰ τὴν διοίκησιν παρὰ Ἀντωνίου Δόμνου τοῦ καὶ Φιλαντινόου Ἀντωνίου Ῥωμανοῦ Τραιανείου τοῦ καὶ Στρατείου Ἀντινοέως. ἐπόμνυμαί σου τὴν […], κύριε, ὡς ἄκων καὶ παρὰ προαίρεσιν τὴν ἐμαυτοῦ […] ὥρμησα τὴν ἐντυχείαν, διὰ δὲ πολλὰ ἃ πέπονθα ὑπὸ Ὡρίωνοςκωμογραμματέως κώμης Φιλαδελφείας τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ διʼ ἐργολαβείας ἃς ἔπαθον πρὸς καὶ […] γεινομεν[…]εἰς τοῦτο ἐλήλυθα ἀμυνόμενος τὰ πραχθέντα ὑπʼ αὐτοῦ κατʼ ἐμοῦ. προστεταγμένου δὲ ὑπὸ πάντων ἁπλῶς τῶν προτέρων ἡγεμόνων μηδένα εἰς κωμογραμματείαν ἐνσείειν χωρὶς τοῦ καὶ τὰς προγενεστέρας χρείας ἐκτελέσαι καὶ πρακτορεῦσαι[…]… ωνεντ[…]ιν… αγραφειαν τωλ… οὐδὲ εἰς τοὺς […]ἀναγραφόμενος νῦν ἔτι εἰσῆλθε καὶ εἰς τοὺς λαογραφο[…]… σεν ἐνγραφῆναι καὶ οὕτως εἰς τὴν κωμογραμματείανεἰσῆκεν οὔτε προλειτουργήσας ὡς προστέτακται οὔτε [r2] τὸν κεκελευσμένον πόρον ἐπὶ τούτῳ ἔχων. π[…]τούτοις τὸν καθʼ ἕνα ε[…] ὡς ἐπὶ τοῦ ῥητοῦ διδάξω δέομαι ἀγανακτῆσαι ἐπὶ τούτοις καὶ κελεῦσαι γραφῆναι τῷ τοῦ νομοῦ στρατηγῷ ἀποσχέσθαι αὐτὸν τῆς τοιαύτης πράξεως ἑτέρου ἀντʼ αὐτοῦ ἀναδοθέντος, πέμψαι δὲ αὐτὸν ἐπὶ τὴν σὴν διάγνωσιν λόγον τὸν προσήκοντα παρέχοντα ἵνα δυνηθῶ ἐκδικηθεὶς διὰ παντὸς τῇ τύχῃ σου εὐχαριστεῖν· διευτύχει. Ἰούλιος Λικιννιανὸς στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος χαίρειν. βιβλιδίων δοθέντων μοι ὑπὸ Ἀντωνίου Δόμνου φάσκοντος τὸν Ὡρίωνα ἄπορον ὄντα καὶ μὴ πρακτορεύσαντα οὐ δίκαιον κωμογραμματέα εἶναι τὸ ἕτερον σημειωσάμενος ἔπεμψά σοι ὅπως ἐξετάσας, ἐὰν οὕτως ἔχῃ, φροντίσῃς ἕτερον ἀντʼ αὐτοῦ ἀναδοθῆναι πέμψας εἰς κλῆρον ὀνόματα τῷ κρατίστῳ ἐπιστρατήγῳ ἐν τοσούτῳ τῆς χρείας ὑπὸ τῶν πρεσβυτέρων διοικουμένης. ἐξέτασον δὲ καὶ περὶ ὧν ἄλλων ἀπαγγέλλει, καὶ ὃ ἐὰν ἐπιγνῷς, δήλωσον Αὐρηλίῳ Πλωτίῳ τῷ κρατίστῳ μου τὴν ἀποδημίαν διαδεχομένῳ. ἔτους κθ Τῦβι κ. Ἀντώνιος Δόμνος ἐπιδέδωκα. [1,minf] […] ὁ στρατηγὸς ἐντευχθεὶς τοῖς ἰδίοις μέρεσιν οὐκ ἐνδεήσει. ἀπόδος.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.