no image
DDbDP-text
[v]
Τινήιος Δημήτριος στρατηγοῖς Ἑπτὰ Νομῶν καὶ Ἀρσινοείτου χαίρειν.
πυνθάνομαι τοὺς κωμωγραμματεὶς παρὰ τὰ ὑπὸ πάντων τῶν πρὸ ἐμοῦ ἡγεμόνων
προστεταγμένα οὐκ ἐν τοῖς λογιστηρίοις διατρείβειν ἀλλὰ περινοστεῖν τὰς κώμας λογίας
ποιουμένους καὶ ἀποκρύπτειν πολλοὺς τῶν λειτουργεῖν ὀφιλόντων. ἐπιμελὲς οὖν
γενέσθαι ὑμεῖν παρήγγειλα ἐν ταῖς κώμαις διατρείβειν καὶ εἰς τὰς λειτουργίας μὴ κατασταθῆναι[…]… ἐκπ[…]ότασ[…]ου προχειρι …ες… εἰδόσιν, εἴ τις μετὰ ταῦτά μου
τὰ γράμματα ἐξελεγχθείη ἢ ἐκ κλέπτων τινὰς ἢ τοῦ λογιστηρίου ἀφειμένος
δίκην ὑπὲρ τῆς ἀπιστείας ὑφέξει. ἔξεστιν μὲν πᾶσιν τοῖς δεύτερον εἰς λιτουργίαν
ὀνομασθεῖσι τοὺς μὴ πρότερον λελειτουργηκότας ὀνομάζειν, ἵνα αὐτοὶ π…
[…]νται. ει…[…]εἰς ὑπηρεσίαν ὑπαγόμενοι καὶ οἱ μὴ πρότερον λιτουργήσαντες ὑπηρετ[…]υτοι καὶ οἱ κωμωγραμματεὶς δὲ ἐλεγχθέντες
[…]χροις λ[…] προβαλλόμενοί τινας ἢ ἐκκλέπτοντες δίκην
τὴν προσήκουσαν ὑποσχ[…]. ταύτης μου τῆς ἐπιστολῆς τὸ ἀντίγραφον
φανεροῖς γράμμασιν δημοσίᾳ προτεθῆναι κελεύω ὥστε ἅπαντας εἰδέναι
τὰ δόξαντά μοι. ἐρρῶσθαι ὑμᾶς βούλομαι
ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἁδριανοῦ ι.
Ἀμμώνιος στρατηγὸς Ἀρσινοείτου Ἡρακλείδου μερίδος.
τῆς γραφείσης ἐπιστολῆς ὑπὸ Τινηίου Δημητρίου τοῦ λαμπροτάτου ἡγεμόνος
περὶ τοῦ τοὺς κωμωγραμματεὶς ἐν ταῖς κώμαις μὴ διατρείβειν καὶ περὶ τῶν
μὴ εἰς λειτουργίαν ἀναδιδομένων τὸ ἀντίγραφον δημοσίᾳ προέθηκα, ἵνα πάντες εἰδῶσι καὶ παρατηρῶσι τὰ δόξαντα αὐτῷ. σεσημείωμαι.
ἔτους κθ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Εὐσεβοῦς
Εὐτυχοῦς Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ
Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ Τῦβι κγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.