no image
DDbDP-text
[r]
† βασιλείας τοῦ … ἡμῶν δεσπότου
[…]…
[…]ε
[…] ἐν Ἀρσινοιτῶν πόλει.
† Ἀπφουαναεῖ κλαουικουλάριος
τῆς ἡγεμονικῆς τάξεως ταύτης
τῆς Ἀρκάδων ἐπαρχίας παρὼν
δὲ νῦν ἐνταῦθα τῷ Ἀρσινοίτῃ
τῷ θαυμασιωτάτῳ Φοιβάμμωνι ἐπιμελητῇ ταύτης τῆς Ἀρσινοιτῶν πόλεως χαίρειν. ἔσχον
καὶ ἐπληρώθην παρὰ σοῦ διὰ χειρὸς
τὰ κατʼ ἔτος παρεχόμενά μοι λόγῳ
συνηθείας λέγω δὴ ὑπὲρ τῆς ἐνεστώσης ἑβδόμης ἰνδικτίονος κέρματος κεράτια λιτὰ δύο, κέρματος κεράτια λιτὰ β, καὶ πρὸς
σὴν ἀσφάλειαν ταύτην πεποίημαί σοι
τὴν αποδειξιν κυρίαν οὖσαν, καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
† Ἀπφουαναεῖ κλαουικουλάριος
τῆς ἡγεμονικῆς τάξεως […]
[…]… συμφωνεῖ μοι […]
† Αὐρήλιος Ἠλίας Παύλου ἔγραψα
ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. † […]
† di emu Panufiu διʼ ἐμοῦ Πανουφίου
[v]
[…]… Ἀπφουαναεῖ κλαουικουλάριος […]
[…] […]…απι…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.