no image
DDbDP-text
Linked by Trismegistos ID
TM 10049.
Each record below describes this same artifact or text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαουίου Λεοντίου καὶ Ἰουλίου Σαλουστίου
τῶν λαμπροτάτων
Μεχὶρ ζ.
Αὐρήλιος Εὐλόγειος Ἀνδρέα ἔναρχος πρύτανις
προπολιτευόμενος τῆς Ἀρσινοιτῶν πόλεως
Φλαουίῳ Ἀβενναίῳ ἀπὸ ἐπάρχων εἴλης χαίρειν.
ἀπαντοῦντί σοι ἐν τῷ ἱερῷ κομιτάτῳ ἐντέλλομαί σοι καὶ
ἐπιτρέπω κατὰ τήνδε τὴν ἐντολὴν ὅπως ἐπιστολὴν
ἐξακτορίας ἐπʼ ὀνόματός μου ἐνέγκῃς παρὰ τῆς θειότητος
τῶν δεσποτῶν ἡμῶν αἰωνίων Αὐγούστων, ἐμοῦ ἐπιγιγνώσκοντος εἴ τι ἐὰν ἁπαξαπλῶς ἀναλώσῃς εἰς τὴν
αὐτὴν ἐπιστολὴν τῇ σῇ πίστει. ἐξεδόμην σοι τοίνυν
τόδε τὸ ἐντολικὸν ἐπὶ ὑπογραφῆς μου, ὅπερ κύριον
ἔστω πανταχοῦ ἐπιφερόμενον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
Αὐρήλιος Εὐλόγιος πρύτανις ἐξεδόμην σοι
τὴν ἐντολὴν καὶ ἐμμενῶ πᾶσι ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.