no image
DDbDP-text
Φλάουιος Εὐσέβιος λογιστὴς Ὀξυρυγχίτου
Αὐρηλίῳ Πασίωνι Ὡρίωνος βουλευτῇ
τῆς αὐτῆς πόλεως ἀδελφῷ ε…[…]χαίρειν.
ἴσθι ἐκ τῶν ἐπισταλέντων ὑπὸ τῆς[…]
κρατίστης βουλῆς διὰ τοῦ ἐνάρχου πρυτάνεως
Αὐρηλίου Νεπωτιανοῦ ᾑρῆσθαί σε εἰς[…]
τῶν ἐνχρῃζόντων ξύλων εἰς …ος[…]
βαλανεῖον ἔτι δὲ καὶ εἰς τὴν κατασκευαζομένην βορρινὴν
πύλην τῆς πόλεως, καὶ ἵνα τοῦ ἔργου ἀντιλάβῃ καὶ διὰ ταχέων
ταῦτα ἐκκόψας παρενεχθῆναι ποιήσῃς εἰς τὸ
μηδὲν ἔνεδρον γενέσθαι περὶ τὸ δημόσιον λουτρὸν […] καὶ πολιτικὸν
ἐπιστέλλῃ, ἀδελφέ.
ὑπατείας Φλαουίων Οὔρσου καὶ Πολεμίου
τῶν λαμπροτάτων Τῦβι ιη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.