no image
DDbDP-text
[… ? lines lost …]
[…]δεκάτης ἰνδικτίωνος ἐν Ἀρσινόης †
Φλαουίῳ Σενουθίῳ τῷ εὐκλεεστάτῳ δουκὶ[…]
τοῦ ἐνδοξοτάτου ἰλλουστρίου καὶ κτήτορος
τῆς Ἀρσινοιτῶν πόλεως καὶ Ἰούστου τοῦ μεγαλοπρεπεστάτου
διοικητοῦ οὐσίας Θεοδοσίου τοῦ τῆς ἐνδόξου μνήμης
Αὐρήλιος Μηνᾶς μείζων υἱὸς Γεωργίου
ἀπὸ ἐποικίου Κο… τοῦ Ἀρσινοίτου νομοῦ χαίρειν. ὁμολογῶ
ἑκουσίᾳ γνώμῃ ἐπομνύμενος θεὸν παντοκράτορα
ἑτοίμως ἔχειν ἕως εἰκάδος τοῦ παρόντος μηνὸς
Παῦνι ἀρχῇ τῆς παρούσης δεκάτης ἰνδικτίωνος […]
εἰς κατοχὴν ποιήσω πάντα τὰ ὄντα ἐν τῷ
μου χωρίῳ ξένα πρόσωπα καὶ ταῦτα ἐπιζητήσω
καὶ παραδώσω τῇ ὑμετέρᾳ εὐκλεΐᾳ. εἰ δʼ ἐπὶ τῆς
προθεσμίας μὴ τοῦτο πράξω, ἐνέχεσθαί με
αὐτῇ ὑπὲρ ἑκάστου προσώπου παρασχεῖν
χρυσοῦ λίτρα μίαν μετὰ τοῦ καὶ ὑποκεῖσθαί με τῇ
κεφαλητικῇ τιμωρίᾳ …ω[…]
στοιχεῖ μοι πάντα …[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.