no image
DDbDP-text
[1]
Οὐιβίῳ Ἀλεξάνδρῳ τῷ κρατίστῳ ἐπιστρατήγῳ
παρὰ Ἀντωνίου Δόμνου τοῦ καὶ Φιλαντινόου
Ἀντωνίου Ῥωμανοῦ Τραιανείου τοῦ καὶ Στρατείου
Ἀντινοέως. οὐκ ἂν εἰς τοῦτο προήχθην, ἐπιτρόπων μέγιστε, μέτριος καὶ ἀπράγμων
ὢν ἄνθρωπος, εἰ μὴ ὓβριν τὴν μεγίστην
ἐπεπόνθειν ὑπὸ Ὡρίωνος κωμογραμματέως
Φιλαδελφείας τῆς Ἡρακλείδου μερίδος τοῦ
Ἀρσινοίτου. οὗ χάριν μηνύω παρὰ τὰ ἀπειρημένα ἑαυτὸν ἐνσείσαντα εἰς τὴν κωμογραμματείαν μήτε σιτολογήσαντα μήτε
πρακτορεύσαντα παντελῶς ἄπορον ὄντα.
διʼ ἣν αἰτίαν καὶ πρότερον οὐ διέλιπον ἐντυγχάνων καὶ νῦν ἀξιῶ, ἐάν σου τῇ τύχῃ δόξῃ,
ἀκοῦσαί μου πρὸς αὐτὸν πρὸς τὸ τυχεῖν με
τῆς ἀπὸ σοῦ μισοπονήρου ἐγδικίας, ἵνʼ ὦ ὑπὸ σοῦ
κατὰ πάντα βεβοηθημένος. διευτύχει
Ἀντώνιος Δόμνος ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.