no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8932.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον ἀναφορίου.Ἀκυλιῳ Καπιτωλείνῳ τῷ κρατίστῳ ἐπιστρατήγῳ
παρὰ Ἰουλίου Ἀπολιναρίου οὐετρανοῦ προδίκου Ἀπολιναρίου καὶ
Οὐαλερίου[…]ρανου ἀφηλίκων Ἀντινοέων. πρέπει μὲν σοί, ἐπιτρόπων μέγιστε, πᾶσι ἀνθρώποις ἀπονεῖμαι τὰ ἴδια, ἐξαιρέτως δὲ
τοῖς ἀτελέσι ἔχουσι τὴν ἡλικίαν. τὸ δὲ πρᾶγμα τοιοῦτόν ἐστιν
Θατρῆς […]ως ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος
τοῦ Ἀρσινοΐτου νομοῦ, προφερομένη εἶναι ἀδελφὴ τοῦ τῶν
ἀφηλίκων πάππου, ἐνκρατὴς ἐγένετο πάντων τῶν ἀνηκόντων τοῖς ἀφήλιξι ὑπαρχόντων καὶ δουλικῶν σωμάτων καὶ
τῆς καταλειφθείσης ὑπὸ τῶν γονέων αὐτῶν ἐνδομενίας
πλείστηςοὔσης, πρὸς ἣν καὶ ἀντικατέστην ἐπὶ Αἰλίου Εὐδαίμονος
τοῦ στρατηγήσαντος, ὃς παραδοὺς ἐμοὶ τὰ δουλικὰ σώματα
ἐκέλευσεν ἀποκατασταθῆναι μοὶ τὴν ἐνδομενίαν καὶ
τῶν ὑπαρχόντων ἀντιλαβέσθαι με. ἡ δὲ Θατρῆς ἐπιγνοῦσα τὴν τοῦ Εὐδαίμονος ἐπέξοδον σύνεργον λαβομένη Ἰούλιον
Οὐαλέριον, ὃς ἐπιγνοὺς τὴν τοῦ Εὐδαίμονος ἔξοδον οὐκ ἀπέδωκεν τὴν ἐνδομενίαν, οὐδὲ μὴν παρέδωκεν τὰ ὑπάρχοντα, καὶ ἐκ τούτου ἐδέησέν με τῇ προτέρᾳ
σου ἐπιδημίᾳ ἐντυχεῖν σοι διὰ βιβλιδίων οἷς καὶ ὑπέγραφας, ἐντυχεῖν με τῷ βασιλικῷ διαδεχομένῳ τὰ κατὰ
τὴν στρατηγίαν, ἐφʼ οὗ καὶ ἀντικατέστην τῇ λ τοῦ διεληλυθότος μηνὸς Ἁθὺρ πρὸς τὸν Οὐαλέριον καὶ ἀπεφήνατο
ἐμοὶΣερῆνος ὁ βασιλικὸς διαδεχόμενος καὶ τὰ κατὰ
τὴνστρατηγίαν σκεψάμενος εἶπεν τὰ ὑφʼ ἑκατέρου μέρους
λεχθέντα τοῖς ὑπομνήμασι ἀνελήμφθη. ἀναπέμπω
οὖν τὸ πρᾶγμα ἐπὶ τὸν κράτιστον ἐπιστράτηγον
τῶν ἀνδραπόδων παρʼ οἷς ἐστὶν ὄντων. ὅθεν ἀξιῶ
ἐάν σου τῇ τύχῃ δόξῃ, διακοῦσαί μου πρὸς αὐτοὺς
ὅπωςἤδη ποτὲ ἐκ τῆς σῆς εὐεργεσίας δυνηθῶσι οἱ ἀφήλικες τῶν ἰδίων ἀντιλαμβάνεσθαι, ἵνʼ ὦ σὺν αὐτοῖς ὑπὸ σοῦ εὐεργετημένος. διευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.