no image
DDbDP-text
Petition to the Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 20554.
Each record below describes this same artifact or text from a different angle.
[FrA]
Τιβερίωι Κλαυδίωι Πασίωνιστρατηγῷ
παρὰ Σαραπίωνος[…]τῷ[…]ἔτει
Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος […]υ νεωτέρου[…]…ωραθ…
[…]ος[…]αν[…]χ…[…]τος δ…[…]
[… ? lines lost …]
[FrB]
τε ἐμοὶ πεμ[…]τα…[…] δύο ………
ἀργυρίου ταλάντων τρις…[…]… μοι βλάβη παρηκολούθηκεν, πρὸς δὲ τὴν γεγονυῖανμοι ἐπίθεσιν καὶ …[…]… παρῆν.
καταπλέων νυν εἰς Ἀλεξάνδρειαν, ὅπου ἐστὶν ὁ Ἄρειος καὶ ὁ
Εὔπορος καὶ ὁ τοῦ Ἀπίωνος ἀδελφὸς καὶ ἐπίτροποςΚαλλιδάμας
καὶ γενόμενος ἐν τῇ Μέμφει τῇ ιε Ἰουλίᾳ Σεβαστῇ τοῦ ἐνεστῶτος μηνὸς Καισαρείου συνέλαβον τὸν σημαινόμενον δοῦλον
Εὔπορον ἐξ οὗ δεήσει γνωσθῆναι πᾶσαν τὴν περὶ τῶν προγεγραμμένων ἀλήθειαν, ὃν καὶ ἀγήοχα ἐπὶ σὲ μεθʼ ἱκανῆς
τῆς γεγονυίας μοι ἐπιθέσεως καὶ πληγῶν ἐπιφορᾶς ὑπʼ αὐτοῦ τε
καὶ τῶν σὺν αὐτῷ περιχυθέντων. διὸ προῆγμαι τὸ ὑπόμνημα ἐπιδοῦναι, καὶ ἀξιῶ ἐὰν φαίνηται ἐν ἀσφαλείᾳ ἔχειν τὸν αὐτὸν δοῦλον καὶ ἐκπέμψαι ἐπὶ τὸν κύριον ἡγεμόνα Ἰούλιον Πόστομον πρὸς τὴν ἐπʼ αὐτοῦ
ἐσομένην ὑπʼ ἐμοῦ περὶ ὅλου τοῦ πράγματος προσέλευσιν ὃν προσήκει
τρόπον. ἔτους ε Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος,
μηνος Καισαρείου ιε Ἰουλίᾳ Σεβαστῆι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.