no image
DDbDP-text
Gestellungsbürgschaft via HGV-meta
Linked by Trismegistos ID
TM 20200.
Each record below describes this same artifact or text from a different angle.
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου
ἡμῶν δεσπότου καὶ μεγίστου εὐεργέτου Φλαουίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου
Αὐγούστου καὶ αὐτοκράτορος ἔτους ἑπτακαιδεκάτου, ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους ἑξκαιδεκάτου
μηνὸς Παχὼν εἰκὰς ἰνδικτίωνος τρίτης ἐν Μέμφει.
[…]υἱῷ Πτολεμαίου τοῦ εὐκλεεστάτου στρατηλάτου Αὐρήλιοι Ἰωάννης σκύτης υἱὸς τοῦ μακαρίου Ἠλία, καὶ Μηνᾶς ναύτης, υἱὸς τοῦ μακαρίου Σαλαμίνου, καὶ
[…] πωμαρίτης τῆς ὑμῶν ἐνδοξότητος, υἱὸς τοῦ μακαρίου Πέτρου, ἀμφότεροι ἀπὸ τῆς Μεμφιτῶν πόλεως χαίρειν. ὁμολογοῦμεν διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου
ἀσφαλείας ἐπομνύμενοι
τὸν θεῖον καὶ σεβάσμιον ὅρκον καὶ τὴν βασιλικὴν σωτηρίαν ἐγγυᾶσθαι ἡμᾶς καὶ ἀναδέχεσθαι παρʼ αὐτῆς ἐφʼ ὅσον βούλεσθε χρόνον Αὐρήλιον ἄπα Κούθιον οὕτω καλούμενον
[…] καὶ ἀρδευτὴν, υἱὸν τοῦ μακαρίου Μηνᾶ ἐπίκλην Κούκκουμα, τὸν ἡμῶν πολίτην ἱστάμενον καὶ τὴν ἰδίαν οἰκοῦντα καὶ ταῖς ὑμῶν προστάξεσιν ἀσμένως
ὑποκλινόμενον
[…]μενον ἀλλ[…] ὁπηνίκα καιρῷ τοῦτον ἐπιζητήσετε διαφερόντως παραδώσομεν ὑμῖν ἐν τῇ δημοσίᾳ φρουρᾷ τῆς προαναφερομένης Μεμφιτῶν
πόλεως[…]ε……κω…[…] ἐπέμ[…] ἡμέρᾳ ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ σεπτῆς κυριακῆς ἢ ἄλλης ἀπράκτου ἡμέρας
ἐὰν δὲ μὴ τὸν ἄπα Κούθιον παραγάγωμεν, τηνικαῦτα ὑπεύθυνοι ἐσόμεθα παρασχεῖν καὶ καταβάλλειν ἐφʼ ὑμᾶς
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.