no image
DDbDP-text
[… ? lines lost …]
[…]…[…]…
[…]…εωσ…[…]λουμο[…]…ων.
ὁμολογοῦμεν ὀμνύντες τὸν θεῖον καὶ σεβάσμιον
ὅρκον τῶν πάντα νικώντων δεσποτῶν ἡμῶν
Αὐτοκρατόρων τε καὶ Καισάρων ὁμότεχνον εἶναι
καὶ μηδένα ἔχειν πόρον Αὐρήλιον Ἑρμῆν ἀπὸ τῆς αὐτῆς
πόλεως καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθέντες
ὡμολογήσαμεν. ὑπατείας τῆς προκειμένης
Ἁθὺρ ια. οἱ προκείμενοι ὠμόσαμεν τὸν θεῖον ὅρκον
ὡς πρόκειται. Αὐρήλιος Πλουτίων ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.