no image
DDbDP-text
Letter of Helenus via HGV-meta
Linked by Trismegistos ID
TM 32836.
Each record below describes this same artifact or text from a different angle.
Ἕλενος Σιλβανῷ τῷ κυρίῳ μου ἀδελφῷ χαίρειν. καὶ διὰ Πεκύσιος τοῦ ὀνηλάτου σοι ἔπεμψα ἵνα πέμψῃς ἡ μῖν εἰς τὰ ἔργα δύο τάλαντα ἵνα εὕρωμεν δοῦναι τοῖς ἀπὸ Ἰβι ῶνος, πάνυ γὰρ ἐνοχλοῦμαι ὑπʼ αὐτῶν, καὶ ἵνα τοῖς καταμηνίοις ἡμῶνημιν δῶ καὶ τοῖς πλαστοποιοῖς καὶ εἰς τὰ ἄλλα ἔργα. οἶνον γὰρ οὐ οὐδεὶς ἠγόρασεν ἀφʼ ἡμῶν. κατεσχέθη Ἥρων ὁ κεραμεὺς ὑπὸ τοῦ Κιαλῆ τοῦ κωμάρχου καὶ ἔβαλε αὐτὸν εἰς τὰς δεκα νίας ἄρας ἄλλους τοὺς ὄν τας ἐν τῇ δεκανίᾳ καὶ τοῦτον ἔβαλεν. διελέχθην οὖν αὐ τῷ τούτου ἕνεκεν καὶ πρότερον κήδεσθαι. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. ἐνοχλοῦσι δὲ ἡμῖν καὶ αἱ δεκανίαι ἕνεκεν τῶν ἀνδρῶν ἡμῶν ὑπὲρ τῆς τιμῆς τοῦ οἴνου καὶ τοῦ ὀνηλάτου τοῦ ἀπερχομένου εἰς τὸ μεγαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.