Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.oxy.19.2238 7. Aug. 551Oxyrhynchos

Deed of Surety via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 22187. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

† βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους κε, τοῖς τὸ θ μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλίου τοῦ λαμπροτάτου Μεσορὴ ιδ ἰνδικτίονος ιδ ἀρχῇ ιε ἐν Ὀξυρύγχων πόλει. † τῷ θαυμασιωτάτῳ Μηνᾷ υἱῷ τοῦ μακαρίου Πραοῦτος ἐπικειμένῳ τῆς ἁγίας καθολικῆς ἐκκλησίας τῆς Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιοι Φοιβάμμων καὶ Ἠλίας ὁμογνήσιοι ἀδελφοὶ ἐκ πατρὸς Ἀνοῦπ μητρὸς Τεκράμπε καὶ Παντάρου υἱὸς Φὶβ μητρὸς Ῥαχὴλ οἱ τρεῖς ὁρμώμενοι ἀπὸ κτήματος Λιθίνης τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ αὐτῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ χαίρειν. ὁμολογοῦμεν ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενοι θεὸν παντοκράτορα καὶ τὴν εὐσέβειαν τῆς καλλινίκου τύχης ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμῶν θαυμασιότητι Αὐρήλιον Ὀννῶφριν υἱὸν Παμουθίου γενομένου διακόνου μητρὸς Θέκλας ὁρμώμενον καὶ αὐτὸν ἀπὸ τοῦ αὐτοῦ κτήματος καὶ πρὸ τούτου παραμένοντα αὐτῇ ἐν τάξει δουλελευθέρου ἐφʼ ᾧ τε ἡμᾶς παρασκευάσαι αὐτὸν δοῦναι τῇ ὑμῶν θαυμασιότητι τὰ ἀπόλοιπα τοῦ αὐτῆς χρυσοῦ τοῦ κλαπέντος παρʼ αὐτοῦ ἐν τῷ ὑμῶν οἴκῳ πρὸ ὀλίγων τούτων ἡμερῶν καὶ ὁτεδήποτε ἐπιζητούμενον αὐτὸν πρὸς ἡμᾶς παρὰ τῆς σῆς θαυμασιότητος ἐν οἱᾳδήποτε ἡμέρᾳ ταύτης ἕνεκεν τῆς αἰτίας τοῦτον παραφέρομεν καὶ παραδώσομεν δημοσίᾳ ἐπὶ ταύτης τῆς πόλεως ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ παντὸς τόπου προσφυγῆς, ἔνθα αὐτὸν καὶ παρειλήφαμεν ἐν τῇ φυλακῇ τοῦ νοσοκομίου τῆς αὐτῆς ἁγίας ἐκκλησίας ἐκτὸς οἱουδήποτε λόγου δοθέντος αὐτῷ ἢ δοθησομένου, εἰς τοῦτο μόνον τὸ κεφάλαιον ἢ εἰ μὴ τοῦτο ποιήσομεν ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης, ἡμεῖς οἱ τούτου ἐγγυηταὶ ὑπεύθυνοι εἶναι πᾶσιν τοῖς πρὸς αὐτὸν ἐπιζητουμένοις ἀποκρίνασθαι ὑποθέμενοι εἰς τὸ δίκαιον ταύτης τῆς ἐγγύης ἅπαντα ἡμῶν τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα εἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Φοιβάμμων καὶ Ἠλίας ὁμογνήσιοι ἀδελφοὶ ἐκ πατρὸς Ἀνοῦπ καὶ Παντάρου υἱὸς Φὶβ οἱ προγεγραμμένοι πεποιήμεθα τήνδε τὴν ἐγγύην ἀναδεχόμενοι τὸν αὐτὸν Ὀννῶφριν ἐπὶ πᾶσιν τοῖς προαναφερομένοις ἐν ταύτῃ τῇ ἐγγύῃ κινδύνῳ ἡμῶν καὶ τῆς ἡμῶν ὑποστάσεως καὶ συμφωνεῖ ἡμῖν πάντα ὡς πρόκειται καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν καὶ ἀπελύσαμεν. Ἀπολλῶς υἱὸς Ἀπανακίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. † ☧ di emu Victoros eteliothe ……ιδ ἰνδικτίωνος ιδ.

Connections

Found at Oxyrhynchus

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.