no image
DDbDP-text
Cautionnement via HGV-meta
Linked by Trismegistos ID
TM 19021.
Each record below describes this same artifact or text from a different angle.
† βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου
καὶ Αὐτοκράτορος ἔτους εἰκόστου ἕκτου, μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου
ἔτους δωδεκάτου, Φαρμοῦθι[…]πρώτης ἰνδικτίονος[…]
Φλαυίῳ Ἰουλιανῷ τῷ μεγαλοπρεπεστάτῳ παγάρχῃ τῆς Ἀνταιοπολιτῶν,
διὰ Φλαυίου Διοσκόρου Ἀπολλῶτος καὶ Ἀπολλῶτος Ἰωάννου, εὐδοκιμωτάτων πρωτοκωμητῶν
κώμης Ἀφροδίτης τοῦ αὐτοῦ Ἀνταιοπολίτου νομοῦ, παρὰ τῶν ἑξῆς ὑπογραφόντων
ὁμολογούντων τὰ ὑποτεταγμένα, ἑκάστου ἐνεχομένου τῇ ἰδίᾳ αὐτοῦ ὑπογραφῇ,
χαίρειν. ὁμολογοῦμεν ἑκουσίως καὶ αὐθαιρέτως, ἐπομνύμενοι τόν τε παντοκράτορα
Θεόν, καὶ τὴν νίκην καὶ σωτηρίαν τοῦ καλλινίκου ἡμῶν δεσπότου Φλαυίου Ἰουστινιανοῦ
τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος, ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι τῇ ὑμῶν
μεγαλοπρεπείᾳ, μόνης καὶ ἐμφανείας, ἘνὼχἸωάννου, εὐλαβέστατον ἀναγνώστην,
ἐπὶ τῷ αὐτὸν ἐμμεῖναι καὶ εὑρεθῆναι ἐν τῇ αὐτῇ κώμῃ Ἀφροδίτης ἄνευ οἵας
δήποτε καταφρονήσεως καὶ αἰσχρᾶς πράξεως, καὶ ὁπόταν ζητηθείη παρʼ ὑμῶν
καὶ μὴ εὑρεθείη, ἑτοίμως ἔχομεν ἡμεῖς οἱ τούτου ἐγγυηταὶ διδόναι καὶ καταβαλεῖν
ἐπὶ τὴν ὑμετέραν μεγαλοπρέπειαν ὑπὲρ τῆς αὐτοῦ ἀπολείψεως χρυσοῦ
νομίσματα ἕξ· γίνεται χρυσοῦ νομίσματα ϛ, καὶ μηδαμῶς αὐτὸν ἀπολείπεσθαι ἢ ἔνοχοι εἴημεν τῷ θείῳ
ὅρκῳ καὶ τῷ περὶ τούτου ἐπηρτημένῳ κινδύνῳ. καὶ ἐφʼ ἅπαντα ἐπερωτηθέντες
ὡμολογήσαμεν . Πέτρος Ἀπολλῶτος,ὑποδιάκονος τοῦ ἁγίου τόπου Ἄπα Ὡρουωγχίου μάρτυρος,
ἐγγυῶμαι τὸν προκείμενον Ἐνὼχ εἰς χρυσοῦ νομισμάτια δύο . καὶ Αὐρήλιοι Φὶβ Ἀραοῦτος καυνακοποιὸς ι[…]…
ἐγγυῶμαι τὸν προκείμενον Ἐνὼχ εἰς χρυσοῦ νομισμάτια δύο , καὶ Ἰωάννης Κυριακοῦ εἰς χρυσοῦ νομισμάτιον ἓν
καὶ Ἰωάννης Ψενθαησίου εἰς χρυσοῦ νομισμάτιον ἕν , ὁμοῦ νομίσματα ἕξ· γίνεται νομίσματα ϛ. καὶ ὠμόσαμεν τὸν θεῖον
ὅρκον ὡς πρόκειται. Αὐρήλιος Ἀπολλὼς Ἰσακίου, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτῶν γράμματα
μὴ εἰδότων. Βίκτωρ Προμαύωτος πρεσβύτερος μαρτυρῶ τῇ ἐγγύῃ
ἀκούσας παρὰ τῶν θεμένων. Μωυσῆς Φοιβάμωνος διάκονος μαρτυρῶ τῇ
ἐγγύῃ ἀκούσας παρὰ τῶν θεμένων.
διʼ ἐμοῦ Πιλάτου νομικοῦ ἐγράφη …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.