Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.2.270

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους τρεισκαιδεκάτουτρισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Μεχεὶρ , ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Λουκία ἡ καὶ Θαισᾶς Λουκίουλοικιου μητρὸς Σινθώνιος τῆς Θέωνος Περ σίνηΠερσείνη μετὰ κυρίου τοῦ ἐξανεψίου Ἡρᾶτος τοῦ Ἡρακλείδου τοῦ Ἡρακλείδου μητρὸς Πλουτάρχης Σαραπίωνος Σαραπίωνι τῷ καὶ Κλάρῳ Σαραπίωνι τῷ καὶ Κλάρῳ Σαραπίωνος τοῦ Ἡρακλείδου μητρὸς Κλάρας τῆς Ναρκίσσου, πάντες τῶν ἀπὸ Ὀξυρύγχων πόλεως, ἐν ἀγυιᾷ, ἀπαρε νόχλητον καὶ ἀνείσπρακτον παρέξεσθαιπαρέξασθαι τὸν Σαραπίωνα τὸν καὶ Κλάρον καὶ τοὺς παρʼ αὐτοῦ κατὰ πάντα τρόπον ὑπὲρ ἧς πεποίηται ὁ αὐτὸς Σαραπίων ὁ καὶ Κλάρος ἐγγύης Ἡρακλείδῃ Ἀπολλωνίου τοῦ Χαιρήμονος μητρὸς Ἡραίδος Διδύμου ἀπὸ τῆς αὐτῆς πόλεως καθʼ ὁμολογίαν διὰ τοῦ αὐτοῦ μνημονείου τῷ ἐνεστῶτι μηνὶ Με χείρ, ὧν ἡ ὁμολογοῦσα δεδάνεισται παρʼ αὐτοῦ κατὰ δανείου συν γραφὴν διὰ τοῦ αὐτοῦ μνημονείου τῷ αὐτῷ μηνὶ Μεχεὶρ ἀργυρίου δραχμῶν τρισχιλίων πεντακοσίων κεφαλαίου τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ τοῦ αὐτοῦ μηνὸς ἐπὶ ὑποθήκῃ ταῖς σημανθείσαις αὐτῆς περὶ Σερῦφιν ἐκ τοῦ Δημητρίου Μιλησίου κλή ρου κατοικικῆς καὶ ὠνημένης ἀρούραιςαραυραις τρισὶ ἡμίσει , καὶ ἐκ τοῦ αὐτοῦ κλήρου ἀπὸ κατοικικῆς καὶ ὠνημένης ἀρουρῶν δέκα δύο μεθʼ ἃς ὑπέθετο Τααφύγχει Θωνίωνος ἀρούρας ἑπτὰ ταῖς λοιπαῖς ἀρούραις πέντε , καὶ ἐκ τοῦ Καλλίου τρίτῳ μέρει κατοικικῆς καὶ ὠνημένης ἀρουρῶν ὀκτώ , ὃ ἔστιν ἄρουραι δύο δίμοιρον , καὶ περὶ Σύρων κώμην ἐκ τοῦ Ἡρακλείδου σὺν τῷ Ἀλεξάνδρου κατοικικῆς ἀρού ραις ἓξ ἡμίσει τετάρτῳ , καὶ ἐκ τοῦ Ἀλεξάνδρου καὶ ἄλλων κα τοικικῆς καὶ ὠνημένης ἀρούραις ἓξ ἡμισείᾳἡμισει ταῖς ἐπὶ τὸ αὐτὸ κατοι κικῆς καὶ ὠνημένης εἰςαις κατοικίαν ἀρούραις εἴκοσι τέσσαρσι τρί τῳ δωδεκάτῳ , εἰς προθεσμίαν τριακάδα Τῦβι τοῦ πεντεκαι δεκάτου ἔτους Αὐτοκράτοροςαυτοκαατορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ. ἐὰν δὲ τῆς προθεσμίας ἐνστάσης μὴ ἀποδῷ ἡ ὁ μολογοῦσα τῷ Ἡρακλείδῃ τὸ κεφάλαιον καὶ τοὺς τόκους, ἀπαι τηθῇ δὲ ὑπὲρ αὐτῆς ὁ Σαραπίων ὁ καὶ Κλάρος, κυριεύειν αὐ τὸν Σαραπίωνα τὸν καὶ Κλάρον τῶν προκειμένων ἀρουρῶν εἴκοσι τεσσάρων τρίτου δωδεκάτου εἰς τὸν ἅπαντα χρόνον ὡ ς ἂν πράσεως αὐτῷ γενομένης καὶ ἀποφέρεσθαιαποφερεσθα τὰ ἐξ αὐτῶν καὶ ἑτέροις αὐτὰς πωλεῖν καὶ χρᾶσθαι ὡς ἐὰν αἱρῆται, μηδε μιᾶς τῇ ὁμολογούσῃ ἢ ταῖς παρʼ αὐτῆς ἐφόδου καταλειπο μένης ἐπὶ τὸν Σαραπίωνα τὸν καὶ Κλάρον μηδὲ ἐπὶ τοὺς πα ρʼ αὐτοῦ μηδὲ ἐπὶ τὰς προκειμένας ἀρούρας μηδὲ ἐπὶ μέρος μηδὲ ἐπὶ τὰ ἐξ αὐτῶν κατὰ μηδένα τρόπον, ἐπάνανκον δʼ αὐτὴν παρέξεσθαιπαρέξασθαι αὐτῷ καὶ τοῖς παρʼ αὐτοῦ ταύτας διὰ παν τὸς μὲν βεβαίας ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰς ἀπὸ δημοσίων καὶ τελεσμάτων πάντων τῶν ἕως τῆς προθεσ μίας καὶ αὐτῆς τῆς προθεσμίας. ἐὰν δέ τι τούτων ἡ ὁμολογοῦσα παρασυνγραφῇ, ἄκυρον ἔστω καὶ προσαποτεισάτωπροσαποτισάτω τῷ Σαραπίω νι τῷ καὶ Κλάρῳ ἢ τοῖς παρʼ αὐτοῦ καθʼ ὃ ἐὰν παρασυνγραφῇ εἶδος τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶεαι εἰς τὸ δημό σιον τὰς ἴσας, καὶ μηδὲν ἧσσον τὰ διωμολογημένα κύρια ἔστω, τῆς πράξεως γινομένης τῷ Σαραπίωνι τῷ καὶ Κλάρῳ ἔκ τε τῆς ὁμολογούσης καὶ ἐκ τῶν προκιμένων ἀρουρῶν καὶ ἐκ τῶν ἄλλων ὑπαρχόν των αὐτῇ πάντων. κυρία ἡ ὁμολογία.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.