Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.3.485

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Θέωνι στρατηγῷ παρὰ Σερήνου ἀπελευθέρου Ἀπολλωνιανοῦ Σαραπίω νος ἀπʼ Ὀξυρύγχων πόλεως. οὗ ἐπόρισα ἐκπαρὰπὰ τοῦ καταλογείουκαταλογίο χρηματισμοῦ ἐστιν ἀντίγραφον· Ἀντωνῖνος ὁ καὶ Πούδης ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς Ὀξυρυγχείτου στρατηγῷ χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσο. ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων Σεβαστῶν Φαῶφι ζ. Σαραπίων σεσημείωμαι. Ἡφαιστίων ὁ καὶ Σαραπίων ἔγραψα. Ἀντωνίνῳ τῷ καὶ Πούδεντι ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Σερήνου ἀπελευθέρου ἈπολλωνιανοῦἈπολλωνοῦ Σαραπίωνος ἀπʼ Ὀξυρύγ χων πόλεως. ἐδάνεισα κατὰ δημόσιον χρηματισμὸν γεγραμμένονγεγραμένον διὰ τοῦ ἐν τῇ αὐτῇ Ὀξυρύγχων πόλει μνημο νείου τῷ διελθόντι ιη ἔτει μηνὶ Σεβαστῷ ια Σαραπιά δι Πόδωνος τοῦ Ὥρου μητρὸς Θαήσιος ἀπὸ Ψώβθεως τῆς μητροπόλεως τῆς μικρᾶς Ὀάσεως ἀργυρίου δρα χμὰς ἐνακοσίας κεφαλαίου τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα τοῦ δὲ κεφαλαίου λ μηνὸς Καισαρείου τοῦ αὐτοῦ διελθόντος ιη ἔτους, δηλωθέντος ἐὰν μὴ ἀπο δῷ ἐν τῇ προθεσμίᾳ μένειν περὶ ἐμὲ καὶ τοὺς παρʼ ἐ μοῦ μεταλημψομένους ἀντί τε τοῦ κεφαλαίου καὶ ὧν ἐὰν μὴ ἀποδῷἀποδοι τόκων τὴν κράτησιν καὶ κυρίανκυρείαν τῆς ὑπαρχούσης αὐτῇ δούλης Σαραπιάδος τότε οὔσης ὡς ἐτῶν κε ἐφʼ οἷς ἄλλοις τὸ δάνειον περιέχει καὶ αἱ ἐν αὐ τῷ ἐνγεγραμμέναι περί τε δρασμοῦ καὶ θανάτου τῆς δούλης ἐπὶ τῇ ἐμῇ ἀσφαλείᾳ διαστολαὶ περιέχουσι. τῆς δὲ προθεσμίας διελθούσης καὶ τῆς ἀποδόσεώς μοι μὴ γενομένης ἀξιῶ συντάξαι γράψαι τῷ τοῦ Ὀξυρυγ χείτουοξυρυγχειττυ στρατηγῷ μεταδοῦναιἐπιδοῦναι τούτου ἀντίγραφον τῇ Σαραπιάδι ἐὰν περιῇ, εἰ δὲ μή, κληρονόμοις αὐτῆς τελείοις, ἐὰν δὲ καὶ ἀφήλικες ὦσι, νομίμοις αὐ τῶν ἐπιτρόποις ὧν τὰ ὀνόματα ἐπὶ τῶν τόπων δηλω θήσεται, ἵνʼ εἰδῶσι καὶ ποιήσωνταί μοι τὴν ἀπόδοσιν ἢ εἰδῶσι χρησόμενόν με τοῖς ἁρμόζουσι περὶ ἐμβαδεί ας νομίμοις ὡς καθήκει. ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων Σεβαστῶν Φαῶφι Φαῶφι στρατηγοῦ τούτου ὄντος ἀξιῶ τὴν μετάδοσιν γενέσθαι τῇσυντάξαντος μετάδοσιν ἐνες τῇ Σαραπιάδι ὡς καθήκει. ἔτους ιθ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Μεγίστων Ἁθὺρ ιθ. Σαραπιὰς Πόδωνος ἔσχον τούτου τοῦ ὑπομνήματος ἀντίγραφον. ἔτους ιθ Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων Αὐτοκρατόρων μηνὸς Ἁθὺρ Μου σαῖος ὁ καὶ Παυσειρίων τοῦ ἐπιγέ γραμμαι αὐτῆς κύριος ἀντὶ ανε διὰὑπὸ τοῦ στρατηγοῦ καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίαςεἰδυειης γράμματα. Συρίων ὑπηρέτης μετέδωκα τὸ ὑπό μνημα Σαραπιάδι ὡς καθήκειπρόκειται. ἔτους ιθ μηνὸς Ἁθὺρ μετὰ κυρίου Εὐδαίμονος χρηματίζοντος μητρὸς Ἱερῆς ἀπʼ Ὀξυρύγχων πόλεως

Translations (1)

EN scholarly · from P.Oxy. 3
Date. (Signed) I, Sarapias, daughter of Podon, received a copy of this petition. Date. I, Musaeus also called Pausirion, son of ...,am registered as her guardian having been (appointed) by the strategus, and wrote for her as she was illiterate. I, Syrion, assistant, served the petition npon Sarapias, as aforesaid. Date.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.