Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.3.506
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀντίγραφον. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἁδριανοῦ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ἐδάνεισενἐδάνεισαν Σαραπίων Ἡρώδου τοῦ Ἐξακῶντος ἀπʼ Ὀξυρύγχων πόλεως μητρὸς Καικιλλίας Πώλλης Θατρῆτι καὶ Τετεωρίῳ ἀμφοτέραις Ἀπολλω νίου τοῦ ος καὶ τῇ τούτωντουτούτων μητρὶ Δημᾶτι Ἀπολλωνίου τοῦ Πανε χώτου μητρὸς Φιλωτέρας, ταῖς τρισὶ ἀπὸ κώμης Πέλα Περσείναις, ἑκάστῃ μετὰ κυρίου Θατρῆτι μὲν τοῦ ἀνδρὸς Πετεύριος Ἀμμωνᾶτος τοῦ Σαγάθου μητρὸς Πανεχώτιδος ἀπʼ Ὀξυρύγχων πόλεως, Τετεωρίῳ δὲ τοῦ πρὸς μητρὸς θείου Πανεχώτου Ἀπολλωνίου μητρὸς Φιλωτέρας ἀπὸ τῆς προκειμένης Πέλα, Δημᾶτι δὲ τοῦ πρὸς πατρὸς αὐτῆς θείου Ἁτρῆτος Πανεχώτου τοῦ Ἀπολ λωνίου ἀπὸ τῆς αὐτῆς Πέλα, ἐν ἀγυιᾷ ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς χιλίας κεφαλαίου αἷς οὐδὲν προσῆκταιπροσηκτα τόκου τριωβολείου ἑκάστης μνᾶς τοῦ μηνὸς ἑκάστου ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Ἁδριανοῦ. ἀποδότωσαν δὲ αἱ δεδανεισμέναι τῷ δεδανεικότι τὸν μὲν τόκον ἐπὶ συνκλεισμῷ ἑκάστης δωδεκαμήνου, τῆς πίστεως περὶ τὸν δεδανεικότα οὔσης περὶ ὧν ἐὰν μὴ ἐπιφέρωσι αὐτοῦ αἱ δεδανεισμέναι γράμματαγραμματος, τὸ δὲ κεφάλαιον τῇ τριακάδι μηνὸς Καισαρείου τοῦ ἐνάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἅμα τοῖς τῶν λοιπῶν μηνῶν ἐννέα τόκοις χωρὶς ὑπερθέσεως. εἰ δὲ μή, συνχωροῦσι ἥ τε Θατρῆς καὶ Τετεώ ριον μένεινμενιν περὶ τὸν δεδανεικότα καὶ τοὺς παρʼ αὐτοῦ μεταλημ ψομένους ἀντί τε τοῦ κεφαλαίου καὶ ὧν ἐὰν μὴ ἀπολάβῃ τόκων ἀπὸ τοῦ τῆς ἀποδόσεως χρόνου τὴν κράτησιν καὶ κυρίαν κυρείαν εἰς τὸν αἰεὶ χρόνον τῶν ὑπαρχόντων αὐταῖς ἐξ ἴσου περὶ τὴν αὐτὴν Πέλα ἐκ τοῦ Διοκλέους καὶ Πτολεμαίου Πέρσου ἱππικοῦ κλήρου τρίτου μέ ρους τὸ πρὶν ἀμπελικοῦαμπελικον κτήματος νυνὶνυνεὶ δὲ χερσαμπέλου ἐκ τοῦ ἀποβορροτάτου μέρους τοῦ αὐτοῦ τρίτου μέρους ἀρούραςἀρουρα μιᾶςμια ἡμίσους τετάρ τουτεταρτον τετρακαιεξηκοστοῦ σὺν τοῖς ἐνοῦσι πᾶσι, ὧν γείτονες νότου Στεφάνου οτητος τοῦ καὶ Θατρῆς προκιμένη Ἀπολλωνίου βορρᾶ τοῦ αρπου καὶ ἀπηλιώτου διῶρυξ τῶν αὐτῶν καὶ τοῦ Στεφάνου λιβὸς υ ἀδελφοῦ του επι ιστου αὐτωας τριτο ρ αυαι μ μεναις νι ἐπὶ ττα καὶ ἐπάναγκον παρέξασθαι τῷ δεδανεικότι ἢ τοῖς παρʼ αὐτοῦ ταῦτα διὰ παντὸς βέβαια ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ κα θαρὰν ἀπὸ πάσης γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ πάσης παραγραφῆςυσ ἀπὸ δὲ δημοσίων καὶ τελεσμάτων πάντων ἀπὸ τῶν ἐπάνω χρόνων μέχρι τοῦ τῆς κυρίαςκυρείας χρόνου, ἕως δʼ ἂν ἀποδῶ σιν αἱ δεδανεισμέναι τῷ δεδανεικότι τὸ κεφάλαιον καὶ τοὺς τόκους οὐκ ἐξεῖναι τῇ Θατρῆτιθαρηρητι καὶ Τετεωρίῳ ταῦτα πωλεῖν οὐδὲ ὑποτίθεσθαιυποτισθαι οὐ δʼ ἄλλως καταχρηματίζειν οὐδὲ ἀπογράφεσθαί τινα ἐπὶ τῶντου ἀγρῶναγρων, ἐξουσίας οὔσης τῷ δεδανεικότι μετὰ τὸν χρόνον μὴ ἀπολαμβάνοντα ἐμποιεῖσθαικυριεύειν τούτων ἀντί τε τοῦ κεφαλαίου καὶ ὧν ἐὰν μὴ ἀπολάβῃ τόκων τριωβολείων καὶ τῶν καὶ τοῦ ὑπερπεσόντος χρόνου ἴσων τριωβολείων, ἢ τὴντὴν δὲ πρᾶξιν ποιεῖσθαι ἔκ τε τῶν δεδανεισμένων ἀλληλεγγύωνἀλληλενγύωναλληλευγυων οὐ σῶν εἰς ἔκτισιν καὶ ἐξ ἧς ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν προκειμέ νων ἁπάντων καὶ ἐκ τῶν ἄλλων ὑπαρχόντων αὐταῖς πάντων κα θάπερ ἐκ δίκης, ἐξόντος τῷ δεδανεικότι ὁπόταν αἱρῆται κατοχὴν αὐτῶν χισασθαι πρὸ τοῦ τῶν ἐνκτήσεων βιβλιοφυλακίου πρὸς τὸ αὐ τ μὴ ἐλαττουμένου τοῦ αὐτοῦ δεδανεικότος ἐν τῇ πράξει ὧν ἄλλων ὀφείλει αὐτῷ ἥ τε Θατρῆς καὶ Τετεώριον καθʼ ἕτερον δά νειον γεγονός διὰ τοῦ αὐτοῦ μνημονείου τῷ ἐνεστῶτι μηνὶ Ἁδριανῷ σεως τῆς μητρὸς ἐπὶ ὑποθήκῃ ταῖς προκειμέναις σιτικαῖςσειτικαῖς ἀρούραις δέκα τέσσαρσι ἡμίσει ἀργυρίου ταλάντου ἑνὸς καὶ δραχμῶν ἑξακοσίων κεφαλαίου καὶ τόκων, ἀλλὰ εἶναι κύριον ὡς περιέχει. κυρία ἡ συνγραφή. ατων ἐὰν βούληταιCross-references (3)
- TM-Text 20638 primary
- DDbDP-Text p.oxy;3;506 tier-1
- HGV-Text 20638 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.