Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.batav.10

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀντίγραφον ἐκστάσεωςἐκτάσεως ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς ΔαισίουΔασίου Φαρμοῦθι ϛ ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδοςμεριδο τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ὡραίνη Πασίωνος τοῦ Πασίωνος ὡς ἐτῶν λθ οὐλὴ ποδὶ δεξιῶι μετὰ κυρίου τοῦ τῆς θυγατρὸς αὐτῆς Θαισαρίου τῆς Χαιρήμονος ἀνδρὸς ἈπολλιναρίουἈπολιναρίου τοῦ Χαιρήμονος ἑτέρου ὡς ἐτῶν κη οὐλὴ ποδὶ δεξιῷ Θαισαρίωι Διδύμου τοῦ Ἡρώδου ὡς ἐτῶν λ ἀσήμῳ μετὰ κυρίου τοῦ συνγένους Ἀνουβᾶ τοῦ ΜάρωνοςἈνουβίωνος τοῦ ΜέλανοςἈπόλλωνος Μάρωνος ὡς ἐτῶν οα οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς ἀνθʼ ὧν φησίνὤφειλενφειλεν ἡ ὁμολογοῦσα ὀφείλεινὩραίνη τῇ Θαισαρίῳ Διδύμου διὰ χειρὸς ἀγράφως ἀργυρίου δραχμῶν διακοσίων ὀγδοήκοντα ἐξίστασθαιἐκξίστασθαι αὐτῇ κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τοῦ ὑπάρχοντος αὐτῇ τῇ ὁμολογούσῃ ἐν μιᾷ σφραγῖδι ἀγοραστοῦ κλήρου κατοικικοῦ ἀρούρης ἡμίσους οὗ γείτονεςγίτονος, καθὼς ἐκ συμφώνου ὑπηγόρευσαν, νότου ὁ πρότερον Ἀλιταίου τοῦ Ἀπολλωνίουωνίου κλῆρος, βορρᾶ διῶρυξ διʼ ἧς ποτίζεται ὁ κλῆ ρος, ἀπηλιώτου ὁ τῆς προγεγραμμένης Θαισαρίου τῆς Διδύμου κλῆρος, λιβὸς ὁ πρότερον Θερμουθαρίου τῆς Ἥρωνος καὶ ἑτέρων κλῆρος, καὶ βεβαιώσεινβεβαιώσιν τὴν ὁμολογοῦσαν καὶ τοὺς παρʼ αὐτῆς τῇ Θαισαρίῳ καὶ τοῖς παρʼ αὐτῆς τὸν κατὰ τὴν ὁμολογίαν ταύτην ἐξεσταμένον πάσῃπάσει βεβαιώσει καὶ παρέξεσθαιπαρέξασθαι καθαρὸν ἀπὸ μὲν δημοσίων τε λεσμάτων πάντων μέχρι τοῦ διεληλυθότος ιθ ἔτους καὶ αὐτοῦ τοῦ ιθ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ παντοίων κατοικι κῶν λογιστηρίων καὶ παντὸς εἴδους· ἐὰν δὲ μὴ βεβαιοῖ ἡ ὁμο λογοῦσα ὡς πρόκειται, ἀποδότωἀποδοτο τὴν τιμὴντειμὴν διπλῆν καὶ ἐπί τιμονεπι τειμον ἀργυρίου δραχμὰς ἑκατὸν τεσσεράκοντα καὶ εἰς τὸ δημόσιον τὰς ἴσας· ὁπηνίκα δὲ ἐὰν βούληται ἡ Θαισάριον ἀπογράψεται αὐτὴαὐτηι διὰ τῆς τῶν ἐνκτήσεων βιβλιοθήκης τὸ προκείμενον ἀρούρης ἡμίσους ἀρκουμένη ἀντιγράφῳ τῆσδε τῆς ὁμολογίαςὁμολογείας καὶ μὴ προσ δεομένη τῆς τῆς ὁμολογούσης παρουσίαςπρο φερομένης τῆς ὁμολογίας . ὑπογραφεὺς

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.