Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.14.2398

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργετῶν ἔτους δεκάτου ἐφʼ ἱερέως Πυθαγ γέλου τοῦ Φιλοκλείτου Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπα τόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀγαθοκλέας τῆς Διογνήτου μηνὸς Γορπιαίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ· ὁμολογεῖ Αἰσχύλος Πυθέου Ἀθηναῖος τῆς ἐπιγονῆς ἔχειν παρὰ Πάσιτος τοῦ Πετοσίριος Ὀξυρυγχίτου ὑιδοῦ τῆς Θαυῆτος χαλκοῦ νομίσματος ὀφθαλ μοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς διακοσίας τιμὴν τόπου ψιλοῦ ἐκ τοῦ ὑπάρχον τος αὐτῶι ἐνἐγ κώμηι Θώλθει τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχίτου νομοῦ οἰκήματος οὗ τʼ ἀπὸ λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις δέκα τὰ ἀπὸ δὲ βορρᾶ ἀπὸ τοῦ οἰκήματος πήχεις δεκαεὶς οὗ γείτονες ἀπὸ μὲν βορρᾶ τὰ ἀπὸ δὲ τὰ Σς ἀπὸ δὲ ἀπηλιώτου οἱ δύο πήχεις καὶ τὰ Πατσώντιος· δότω δὲ Αἰσχύλος τὴν ὠνὴν τοῦ προγεγραμμένου τόπου ἐπὶ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομείου ἀφʼ ἧς ἂν ἡμέρας Πᾶσις Αἰσχύλωι προείπηι ἐν ἡμέραις δέκα τασσομένου Πάσιτος τὰ γενόμε να τέλη· ἐὰν δὲ Αἰσχύλος μὴ δῶι Πάσιτι ὠνὴν κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Αἰσχύλος Πάσιτι τὴν τιμὴν ἡμιόλιον καὶ ἡ πρᾶξις παρὰ Αἰσχύλου πράσ σοντι κατὰ τὸ διάγραμμα· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες· Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργε τῶν ἔτους δεκάτου ἐφʼ ἱερέως Πυθαγγέλου τοῦ Φιλοκλείτου Ἀλεξάν δρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀγα θοκλέας τῆς Διογνήτου μηνὸς Γορπιαίου ἐν Θώλθει τοῦ Ὀξυρυγ χίτου νομοῦ· ὁμολογεῖ Αἰσχύλος Πυθέου Ἀθηναῖος τῆς ἐπι γονῆς ἔχειν παρὰ Πάσιτος τοῦ Πετοσείριος υἱοῦυἱος τῆς Θαυῆτος χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς διακοσίας τιμὴν τόπου ψιλοῦ ἐκ τοῦ ὑπάρχοντος αὐτῶι ἐνἐγ κώμηι Θώλ θει τῆς κάτω τοπαρχίας τοῦ Ὀξυρυγχείτου νομοῦ οἰκ ήματος δὲ οὗ τʼ ἀπὸ λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις δέκα τὰ ἀπὸ βορρᾶ ἀπὸ τοῦ οἰκήματος τοῦ Αἰσχύλου δε δε πήχεις δεκαεὶς οὗ γείτονες ἀπὸ μὲν βορρᾶ τὰ ἀπὸ δὲ νότου διῶρυξ ἀπὸ δὲ λιβὸς ἀπὸ δὲ ἀπηλιώτου οἱ δύο πήχεις καὶ τὰ Πατσώντιος· δότω δὲ Αἰσχύλος τὴν ὠνὴν τοῦ προγεγραμμένου τόπου ἐπὶ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομίου ἀφʼ ἧς ἂν ἡμέρας Πᾶσις Αἰσχύλωι προείπηι ἐν ἡμέραις δέκα τασσομέ νου Πάσιτος τὰ γενόμενα τέλη· ἐὰν δὲ Αἰσχύλος μὴ δῶι Πάσιτι ὠνὴν κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Αἰσχύλος Πάσιτι τὰς διακοσίας δραχμὰς τὴν τιμὴν ἡμι όλιον καὶ ἡ πρᾶξις ἔστω Πάσιτι παρὰ Αἰσχύλου πράσ σοντι ου κατὰ τὸ διάγραμμα· κατὰ τὴν συγ γραφὴν εἰς ἔκτισιν Εὐκλεατ μετὰ κυ ρίου Αἰσχύλου τοῦ Πυθέου τοῦ αὑτῆς ἀνδρός· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες· πρὸς

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.