Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.grad.10
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης, θεῶν Εὐ εργετῶν, ἔτους ὀγδόου, ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης, θεῶν Εὐεργετῶν, ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτο λεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Φι λοπατόρων , κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου, μηνὸς Δίου, ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ὁμολογεῖ Νίκανδρος Κυ ρηναῖος τῆς ἐπιγονῆς ἔχειν παρὰ Σωγένους Μακεδόνος χιλιάρχου τῶν Ἐνδίου χαλκοῦ νομίμου ὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς τετρακοσίας τιμὴν τῶν ὑπαρχουσῶν αὐτῶι ὄνων θηλείων τριῶν , μία μὲν μέλαινα, δύο δὲ λευκαί. αὗται δʼ εἰσὶνεἰσεν αἱ τετρακόσιαι δραχμαὶ τὸ λοιπὸν τοῦ φόρου τοῦ βαλανείου τοῦ ἐν Θώλθει, ὃ προσωφείλησεν Νίκανδρος τοῦ ὀγδόου ἔτους, μηδὲ ἐξὸν μηδὲ Νικάνδρωι μηδὲ ἄλλωι ὑπὲρ αὐτοῦ ἐπελ θεῖν ἐπὶ Σωγένην περὶ τῶν ὄνων τούτων μηδὲ περὶ τῶν ἐξ αὐτῶν γεινομένων ἐγ γόνων παρευρέσει ἡιτινιοῦν. ἐὰν δὲ ἐπέλθῃ καθʼ ὁντιναοῦν τρόπον Νίκανδρος ἢ ἄλλος ὑπὲρ αὐτοῦ ἐπὶ Σωγένην καθʼ ὁντιναοῦν τρόπον, ἡ μὲν ἔφοδος τῶι ἐπι πορευομένωι ἄκυρος ἔστω, καὶ προσαποτεισάτω Νίκανδρος ἢ ὁ ἐπ ελθὼν ὑπὲρ αὐτοῦ Σωγένει καθʼ ἑκάστην ἔφοδον ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας , καὶ ἡ πρᾶξις ἔστω Σωγένει παρὰ Νικάνδρου καὶ τοῦ ἐπι πορευομένου ὑπὲρ αὐτοῦ πράσσοντι κατὰ τὸ διάγραμμα βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενί κης, θεῶν Εὐεργετῶν, ἔτους ὀγδόου, ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀ λεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θε ῶν Εὐεργετῶν καὶ θεῶν Ἀδελφῶν Φιλοπατόρων, κανηφό ρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου, μηνὸς Δί ου, ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ὁμολογεῖ Νίκαν δρος Κυρηναῖος τῆς ἐπιγονῆς ἔχειν πα ρὰ Σωγένους Μακεδόνος χιλιάρχου τῶν Ἐνδίου χαλ κοῦνομίμουὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμ μένων μαρτύρων δραχμὰς τετρακοσίας τιμὴν τῶν ὑπαρχουσῶν αὐτῶι ὄνων θηλείων τριῶν , μία μὲν μέλαινα, δύο δὲ λευκαί. μὴ ἐξ αὗται δʼ εἰσὶν αἱ τε τρακόσιαι δραχμαὶ τὸ λοιπὸν τοῦ φόρου τοῦ βαλανεί ου τοῦ ἐν Θώλθει, ὃ προσωφείλησεν Νίκανδρος τοῦ ὀ γδόου ἔτους, μηδʼ ἐξὸν μηδὲ Νικάνδρωι μηδὲ ἄλλωι ὑ πὲρ αὐτοῦ ἐπελθεῖν ἐπὶ Σωγένην περὶ τῶν ὄνων τούτων μηδὲ περὶ τῶν ἐξ αὐτῶν γεινομένων ἐγγό νων παρευρέσει ἡιτινιοῦν. ἐὰν δὲ ἐπέλθῃ Νίκαν δρος ἢ ἄλλος ὑπὲρ αὐτοῦ ἐπὶ Σωγένην καθʼ ὁντινα οῦν τρόπον, ἡ μὲν ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω προσαποτει σάτω Νίκανδρος ἢ ὁ ἐπελθὼν ὑπὲρ αὐτοῦ Σωγένει καθʼ ἑκάστην ἔφοδον ἐπίτι μον ἀργυρίου δραχμὰς χιλίας , καὶ ἡ πρᾶξις ἔστω Σωγένει παρὰ Νικάνδρου καὶ τοῦ ἐπιπορευομένου ὑπὲρ αὐτοῦ πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συν γραφὴ ἥδε κυρία ἔστω, οὗ ἂν ἐπιφέρηται. μάρτυρες· βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης, θεῶν Εὐεργετῶν, ἔτους ὀγδόου, ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων, κανηφόρου Ἀρσινόης Φιλα δέλφου Ἀρσινόης τῆς Σωσιβίου, μηνὸς Δίου, ἐν Θώλθει τοῦ Ὀξυρυγχί του νομοῦ. εχ Νίκανδρος Κυρηναῖος τῆς ἐπι γονῆς ἔχειν παρὰ Σωγένους Μακεδόνος τῶν Ἐνδίου χιλιάρχου χαλκοῦ νομίμου ὀφθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύ ρων δραχμὰς τετρακοσίας τιμὴν τῶν ὑπαρχουσῶν αὐτῶι ὄνων θηλείων τριῶν , μιᾶς μελαίνης, δύο δὲ λευκῶν. αὗται δʼ εἰσὶν αἱ τε τρακόσιαι δραχμαὶ τὸ λοιπὸν τοῦ φόρου τοῦ βαλανείου τοῦ ἐν Θώ λθει, ὃ προσωφείλησεν Νίκανδρος τοῦ ὀγδόου ἔτους, μηδὲ ἐξὸν μηδὲ Νικάνδρωι μηδὲ ἄλλωι ὑπὲρ αὐτοῦ ἐπελθεῖν ἐπὶ Σωγένην περὶ τῶν ὄνων τούτων μηδὲ περὶ τῶν ἐξ αὐτῶν γεινομέ νων ἐγγόνων παρευρέσει ἡιτινιοῦν. ἐὰν δὲ ἐπέλθῃ Νίκαν δρος ἢ ἄλλος τις ὑπὲρ αὐτοῦ ἐπὶ Σωγένην καθʼ ὁντιναοῦν τρό πον, ἡ μὲν ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω καὶ προσ αποτεισάτω Νίκανδρος ἢ ὁ ἐπελθὼν ὑπὲρ αὐτοῦ Σωγένει κα θʼ ἑκάστην ἔφοδον ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας , καὶ ἡ πρᾶξις ἔστω Σωγένει παρὰ Νικάνδρου καὶ τοῦ ἐπιπορευομένου ὑπὲρ αυτοῦ πράσ σοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συνγραφὴ ἥδε κυρία ἔστω, οὗ ἂν ἐπι φέρηται. μάρτυρες·Cross-references (3)
- TM-Text 7247 primary
- DDbDP-Text p.grad;;10 tier-1
- HGV-Text 7247 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.