Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.frankf.1

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ἐνάτου ἐφʼ ἱερέως Ἀνδρονίκου τοῦ Νικάνο ρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων, κανηφόρου Ἀρσινόης Φι λαδέλφου Πτολεμαίδος τῆς Πτολεμαίου τοῦ Ἐμπεδίωνος μηνὸς Πανήμου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου. ἐμίσθωσεν Ἀπολλώνιος Μακεδὼν τριακοντάρουρος κληροῦχος τῶν οὔπω ὑφʼ ἡ γεμόνα Νεοπτολέμωι Νουμηνίου Πέρσηι τῆς ἐπιγο νῆς τὸν ἑαυτοῦ κλῆρον ὅλον εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα · ἄρξει δὲ ὁ σπόρος τῆς μισθώσεως ἐν τῶι δεκάτωι ἔτει οὗὡν οἱ καρποὶ εἰς τὸ ἑνδέκατον ἔτος, ἀσπερμὶἀσπερμοὶ ἀκίνδυνον πλὴν ἀβρόχου ἐκφορίου πυρῶν ἀρταβῶν ἑξήκοντα · ἐὰν δέ τις γῆ ἄβροχος γένηται, παρα δεχέσθω Ἀπολλώνιος Νεοπτολέμωι κα ἐκφόριον τῆς ἀβρόχου γῆς γενομένης. τὰ δὲ ἐκφό ρια τὰ συγγεγραμμένα ἀποδότω Νεοπτόλεμος Ἀπολ λωνίωι ἐν μηνὶ Δύστρωι τοῦ ἑνδεκάτου ἔτους σῖ τον καθαρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν τῶι κλή ρωι μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀπε νεγκάτω εἰς Θῶλθιν οὗ ἂν Ἀπολλώνιος συντάξηι ἰδίωι ἀναλώματιἀνηλώματι· ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμ μένα, ἀποτεισάτω Νεοπτόλεμος Ἀπολλωνίωι τι μὴν τῆς ἀρτάβης ἑκάστης τῶντῶμ πυρῶν δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Ἀπολλωνίωι παρὰ Νεοπτο λέμου πράσσοντι κατὰ τὸ διάγραμμα. κυριευέτω δὲ Ἀπολλώνιος τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κο μίσηται. ἐὰν δέ τι πραχθῇ Νεοπτόλεμος ὑπὲρ τοῦ κλήρου ἢ ὑπὲρ Ἀπολλωνίου εἰς τὸ βασιλικὸν ἢ ἄλλο τι καθʼ ὁντινοῦν τρόπον, ὑπολογείτωὑπολογίτω Νεοπτόλεμος εἰς τὰ ἐκφόρια. ὁμολογεῖ δὲ Ἀπολλώνιος ἔχειν παρὰ Νεοπτολέ μου πρόδομα ἄτοκον χαλκοῦ νομίσματος δραχμὰς ἑξ ήκοντα · ταύτας δὲ ἀποδότω Ἀπολλώνιος Νεοπτολέμ ωι πρὸ τοῦ αὐτὸν ἢ τὰ ἐκφόρια κομίσασθαι· ἐὰν δὲ μὴ ἀποδῶι, ἐξέστω Νεοπτολέμωι ἀνυπευθύνωιἀνεπευθύνωι ὄντι ὑπο λογεῖν σῖτον τῶν ἑξήκοντα δραχμῶν ἀπὸ τῶν ἐκφο ρίων τιμῆς ὡς ἂν πωλῆται ἐπὶ τῆς ἅλω καὶ προσδεχέσθω Ἀπολλώνιος· ἐὰν δὲ μὴ ἐκποιῆι κομίσασθαι ἀλλὰ προσοφειλή σῃ τι Ἀπολλώνιος Νεοπτολέμωι ἢ σιτικὸν ἢ χαλκικόν, ἐπι γεωργείτω Νεοπτόλεμος τὸν κλῆρον τοῦ αὐτοῦ ἐκφορίου καὶ ὑπολογείτω ἐπὶ τῶι, ἕως ἂν τὰ αὑτοῦ κομίσηται. βεβαιούτω δὲ Ἀπολλώνιος Νεοπτολέμωι τὸν κλῆρον καὶ τοὺς κατασπαρέν τας ἐν αὐτῶι καρποὺς καθʼ ἃ μεμίσθωκεν· ἐὰν δὲ μὴ βεβαιώσῃ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ἀπολλώνιος Νεοπτολέμωι ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας , ἐὰνἐὰμ μή τι βασιλικὸν κώλυμα γένηται· ἐὰν δέ τι βασιλικὸν κώλυμα γένηται, ἀπο δότω Ἀπολλώνιος Νεοπτολέμωι τὰς ἑξήκοντα δραχμὰς τὸ πρό δομα καὶ ἄν τι ἄλλο προσοφειλήσῃ παραχρῆμα· ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Νεοπτολέμωι παρὰ Ἀπολλωνίου πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συνγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενί κης θεῶν Εὐεργετῶν ἔτους ἐνάτου ἐφʼ ἱερέως Ἀνδρονίκου τοῦ Νικάνορος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φι Φιλοπατό ρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Πτολεμαίου τοῦ Ἐμπεδίωνος μηνὸς Πανήμου ἐν Θώλ θει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐμίσθωσεν εμ Ἀπολ λώνιος Μακεδὼν τριακοντάρουρος κληροῦχος τῶν οὔ πω ὑφʼ ἡγεμόνα Νεοπτολέμωι Νουμηνίου Πέρσηι τῆς ἐπιγονῆς τὸν ἑαυτοῦ κλῆρον ὅλον εἰς ἐνι αυτὸν σπόρον καὶ θερισμὸν ἕνα · ἄρξει δὲ ὁ σπόρος τῆς μισθώσεως ἐν τῶι δεκάτωι ἔτει οὗ οἱ καρποὶ εἰς τὸ ἑνδέκατον ἔτος, ἀσπερμὶ ἀκίνδυνον πλὴν ἀβρό χου ἐκφορίου πυρῶν ἀρταβῶν ἑξήκοντα · ἐὰν δέ τις γῆ ἄβροχος γένηται, παραδεχέσθω Ἀπολλώνιος Νεοπτολέμωι κ ἐκφόριον τῆς ἀβρό χου γῆς γενομένης. τὰ δὲ ἐκφόρια τὰ συνγεγραμμέ να ἀποδότω Νεοπτόλεμος Ἀπολλωνίωι ἐν μη νὶ Δύστρωι τοῦ ἑνδεκάτου ἔτους σῖτον καθα ρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν τῶι κλήρωι μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς Θῶλθειν οὗ ἂν Ἀπολλώνιος συντάξηι ἰδίωι ἀναλώματιἀνηλώματι· ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμέ να, ἀποτεισάτω Νεοπτόλεμος Ἀπολλωνίωι τι μὴν τῆς ἀρτάβης ἑκάστης τῶντῶμ πυρῶν δρα χμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Ἀπολλωνίωι πα ρὰ Νεοπτολέμου πράσσοντι κατὰ τὸ διάγραμ μα. κυριευέτω δὲ Ἀπολλώνιος τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται. ἐὰν δέ τι πραχθῆι Νεοπτόλε μος ὑπὲρ Ἀπολλωνίου ἢ ὑπὲρ τοῦ κλήρου αὐτοῦ εἰς τὸ βασιλικὸν ἢ ἄλλο τι καθʼ ὁντινοῦν τρόπον, ὑπολο γείτω Νεοπτόλεμος εἰς τὰ ἐκφόρια. ὁμολογεῖ δὲ Ἀπολ λώνιος ἔχειν παρὰ Νεοπτολέμου πρόδομα ἄτοκον χαλ κοῦ νομίσματος δραχμὰς ἑξήκοντα · ταύτας δὲ ἀποδότω Ἀπολλώνιος Νεοπτολέμωι πρὸ τοῦ αὐτὸν ἢ τὰ ἐκφόρια κομίσασθαι· ἐὰν δὲ μὴ ἀποδῶι, ἐξέστω Νεοπτολέμωι ἀνυπευθύνωιἀνεπευθύνωι ὄντι ὑπολογεῖν σῖ τον τῶν ἑξήκοντα δραχμῶν ἀπὸ τῶν ἐκφορίων τιμῆς ὡς ἂν πωλῆται ἐπὶ τῆς ἅλω καὶ προσδεχέσθω Ἀπολλώνιος· ἐὰν δὲ μὴ ἐκποιῆι κομίσασθαι ἀλλὰ προσοφειλήσῃ τι Ἀπολλώνιος Νεοπτολέμωι ἢ σι τικὸν ἢ χαλκικὸν, ἐπιγεωργείτω Νεοπτόλεμος τὸν κλῆρον τοῦ αὐτοῦ ἐκφορίου καὶ ὑπολογείτω ἐπὶ τῶι, ἕως ἂν τὰ αὑτοῦ κομίσηται. βεβαιούτω δὲ Ἀπολλώνι ος Νεοπτολέμωι τὸν κλῆρον καὶ τοὺς κατασπαρέντας ἐν αὐτῶι καρποὺς καθʼ ἃ μεμίσθωκεν· ἐὰν δὲ μὴ βε βαιώσῃ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ἀπολ λώνιος Νεοπτολέμωι ἐπίτιμον ἀργυρίου δρα χμὰς χιλίας , ἐὰνἐὰμ μή τι βασιλικὸν κώλυμα γένη ται· ἐὰν δέ τι βασιλικὸν κώλυμα γένηται, ἀποδό τω Ἀπολλώνιος Νεοπτολέμωι τὰς ἑξήκοντα δραχμὰς τὸ πρόδομα καὶ ἐάν τι ἄλλο προσοφει λήσῃ παραχρῆμα· ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω ἡ μιόλιον καὶ ἡ πρᾶξις ἔστω Νεοπτολέμωι παρὰ Ἀπολ λωνίου πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συν γραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.