Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.3.189

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Ξαντικοῦ ἑβδόμηι, Μεχεὶρ ζ, ἐν Βακχιάδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ταῦρις Νινῖτος ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ πήχει ἀριστερῶι παρὰ καρπῷ μετὰ κυρίου ἑαυτῆς κατὰ πατέρα συνγενοῦς Ὥρου τοῦ Ὀρσενούφιος ὡς ἐτῶν πέντε οὐλὴ ἀντικνημίῳ δεξιῶι Ταπεκύσι Ὥρου ὡς ἐτῶν μη οὐλὴ χείλει ἄνω ἐξ ἀριστερῶν μετὰ κυρίου τοῦ ἀνδρὸς Ὥρου τοῦ Ὥρου ὡς ἐτῶν νγ οὐλὴ ὀφρύιὀφρύει ἀριστερᾷ ἀπέχειν παρʼ αὐτῆς τὴν ὁμολογοῦσαν ἀργυρίου ἐπισήμου Σεβαστῶν νομίσματος κεφαλαίουκεφαλείου δραχμὰς ἑξήκοντα παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ ἀντὶ τῶν τούτων τόκων συνκεχωρηκέναι τὴν ὁμολογοῦσαν τῇ Ταπεκύσι ἐνοικεῖνἐνοικῖν αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς καὶ οὓς ἐὰν βούληται ἐφʼ ὃν χρόνον ὀφείλει αὐτῇ ἡ ὁμολογοῦσα τὸ προκίμενον ἀργύριον ἐν τῷ ὑπάρχοντι αὐτῇ τῇ ὁμολογούσῃ ἐν τῇ κώμῃ πατρικῶι ἐνάτῳ καὶ εἰκοσιεβδόμωι μέρει κοινῷ καὶ ἀδιαιρέτῳ τόπων οἰκοπέδων ὧν γείτονεςγείτωνες, καθὼς ἐκ συμφώνουἐξυμφώνου ὑπηγόρευσαν, νότου Κατοίτου τοῦ Μεγχείους καὶ μετόχων οἰκόπεδα καὶ ἐπί τι μέρος κοινῆς εἰσ όδου καὶ ἐξόδου, βορρᾶ ῥύμη βασιλική, λιβὸς Κατοίτου τοῦ Μεγχείους καὶ τῶν μετόχων οἰκόπεδα, ἀπηλιώτουἀπηλειώτου Ὥρου τοῦ Κατοίτου τοῦ Βελλείους καὶ τῶν ἀδελφῶν αὐλή, καὶ βεβαιοῦν τὴν ὁμολογοῦσαν πάσῃ βεβαιώσειβεβαιώσι ἀπὸ παντὸς τοῦ ἐπελευσομένου καθʼ ὃν δήποτε οὖν τρόπον. ἐὰν δὲ βούληται ἡ ὁμολογοῦσα ἀποδοῦναι τὸ προκίμενον ἀργύριον ἀποδότω ας ἐὰν φανῇ ἡ Ταπεκῦσις ἀνηλωκυῖαἀνηλωκεῖα δαπάνην ἐπισκευῆς τοῦ ἐνοικίσματος, τῆς πίστεως περὶ αὐτὴν Ταπεκῦσιν οὔσης. ὑπογραφεῖς τῆς μὲν ὁμολογούσης καὶ τοῦ κυρίου Δεῖος Κράτωνος ὡς ἐτῶν κε ἄσημος, τῶν δὲ ἄλλων Σουχᾶς Σοχώτου ὡς ἐτῶν μγ οὐλὴ καρπῷ ἀριστερῷ Ταῦρις Νινῖτος μετὰ κυρίου τοῦ συνγενοῦς Ὥρου τοῦ Ὀρσενούφεως ὁμολογῶ ἀπέχεινἀπέχιν παρὰ τῆς Ταπεκύσιος τὰς τοῦ ἀργυρίου δραχμὰς ἑξήκοντα διὰ χειρὸςχιρὸς καὶ ἀντὶ τῶν τούτων τόκων συνχωρήσω αὐτῇ ἐνοικεῖν αὐτὴν καὶ τοὺς παρʼ αὐτῆς καὶ οὓς ἐὰν βούληται ἐφʼ ὃν χρόνονχρονν ὀφείλω τὸ προκείμενον ἀργύριον ἐν τῶι ὑπάρχοντί μοι ἐν τῇ κώμῃ πατρικῷ ἐνάτῳ καὶ εἰκοσιεβδόμῳ μέρει κοινῷ καὶ ἀδιαιρέτῳ τόπων οἰκοπέδων ὧν γείτονες νότου Κατοίτου τοῦ Μεγχείους καὶ μετόχωννότου Κατοίτου καὶ αὐτοῦ μετόχων οἰκόπεδα καὶ ἐπί τι μέρος εἰσόδου καὶ ἐξόδου, βορρᾶ ῥύμη βασιλική, λιβὸς Κατοίτου τοῦ Μεγχείους καὶ τῶν μετόχων οἰκόπεδα, ἀπηλιώτου Ὥρου τοῦ Κατοίτου τοῦ Βελλείους καὶ τῶν ἀδελφῶν αὐλή, καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου παντὶ τρόπῳ. ἐὰν δὲ βούλωμαι ἀποδοῦναι τῇ Ταπεκύσι τὸ προκεί μενον ἀργύριον ἀποδώσω ἐὰν φανῇ Ταπεκῦσις ἀνηλωκυῖα δαπάνην ἐπισκευῆς τοῦ ἐνοικίσματος, τῆς πίστεως περὶ αὐτὴν Ταπεκῦσιν οὔσης καθὼς πρόκειται. Δεῖος Κράτωνος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότωνἰδότων γράμματα. Ταπεκῦσις Ὥρου μετὰ κυρίου τοῦ ἀνδρὸς Ὥρου τοῦ Ὥρου. γέγονε εἴς με ἡ ὁμολογία καθὼς πρόκιται. Σουχᾶς Σοχώτου ἔγρα ψα ὑπὲρ αὐτῶν μὴ εἰδότωνεἰδώτων γράμματα. ἐντέτακται διὰ τοῦ ἐν Βακχιάδι γραφείου. ὁμολογία δανείου καὶ ἐνοικήσεως τοῦ γραφείου

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.